25
σαφέστερον δʼ ὑμῖν, εἰ βούλεσθε, διελεύσομαι περὶ δήμου φύσεως, τοῦτʼ ἔστι περὶ ὑμῶν αὐτῶν. καὶ γὰρ ἕν τι τῶν χρησίμων ἐστὶ καὶ μᾶλλον ἂν ὑμᾶς ὠφελήσειεν ἢ περὶ οὐρανοῦ καὶ γῆς εἰ λέγοιμι. φημὶ δὴ δῆμον ἐοικέναι μάλιστα ἀνδρὶ δυνάστῃ καὶ σφόδρα ἰσχυρῷ, μεγάλην τινὰ ἐξουσίαν καὶ ῥώμην ἔχοντι, καὶ τοσούτῳ μείζονι δυνάστῃ καὶ ἄρχοντι πλεόνων, ὅσῳπερ ἂν αὐτὸς ᾖ πλείων ὁ δῆμος καὶ πόλεως γενναιοτέρας.
26
ἐκείνων μὲν οὖν εἰσι βασιλεῖς, θεοὶ ἐπὶ σωτηρίᾳ κοινῇ γεγονότες, κηδεμόνες ὄντως καὶ προστάται χρηστοὶ καὶ δίκαιοι, τῶν μὲν ἀγαθῶν ἑκούσιοι ταμίαι, τῶν δὲ χαλεπῶν σπανίως μεταδιδόντες καὶ κατὰ ἀνάγκην, κόσμῳπόλεων ἡδόμενοι. οἱ δὲ τοὐναντίον σκληροὶ καὶ ἄγριοι τύραννοι, χαλεποὶ μὲν ἀκοῦσαι, χαλεποὶ δὲ συμβαλεῖν· τούτων ἡ μὲν ὀργὴ πρὸς πάντα ἕτοιμος, ὥσπερ θηρίων ἀνημέρων, τὰ δὲ ὦτα ἐμπέφρακται, καὶ πάροδος οὐκ ἔστιν εἰς αὐτὰ λόγοις ἐπιεικέσιν, ἀλλὰ κολακεία καὶ ἀπάτη κρατεῖ παρʼ αὐτοῖς.
27
ὁμοίως δὲ καὶ δῆμος ὁμέν τις εὐγνώμων καὶ πρᾷος καὶ γαληνὸς ὄντως, οἷος γεύσασθαι παρρησίας καὶ μὴ πάντα ἐθέλειν τρυφᾶν, ἐπιεικής, μεγαλόφρων, αἰδούμενος τοὺς ἀγαθοὺς καὶ ἄνδρας καὶ λόγους, τοῖς νουθετοῦσι καὶ διδάσκουσι χάριν εἰδώς· ὃν ἐγὼ τίθημι τῆς θείας καὶ βασιλικῆς φύσεως, καὶ προσιέναι φημὶ καὶ διαλέγεσθαι τούτῳ πρέπειν,καθάπερ ἵππον γενναῖον ἐξ ἡνίας εὐτελοῦς πρᾴως ἄγοντα, οὐδὲν δεόμενον ψαλίων.