22
ἐκεῖνος μὲν θεὸς ὢν καὶ πετόμενος δυσχεραίνει τὰ κύματα καὶ τὸ πέλαγος καὶ τὴν μεταξὺ τῶν πόλεων καὶ τῶν ἀνθρώπων ἐρημίαν· ἐγὼ δὲ ἄνθρωπος οὐδεὶς οὐδαμόθεν ἐν τριβωνίῳ φαύλῳ μήτε ᾅδειν ἡδὺς μήτε μεῖζον ἑτέρου φθεγγόμενος, οὐκ ἄρα ἔδεισα τὸν ὑμέτερον θροῦν οὐδὲ τὸν γέλωτα οὐδὲ τὴν ὀργὴν οὐδὲ τοὺς συριγμοὺς οὐδὲ τὰ σκώμματα, οἷς πάντας ἐκπλήττετε καὶ πανταχοῦ πάντων ἀεὶ περίεστε καὶ ἰδιωτῶν καὶ βασιλέων; καὶ ταῦτα ἀκούων Ὁμήρου τε καὶ τῶν ἄλλων ποιητῶν ὑμνούντων ἀεὶ τὸν ὄχλον ὡς χαλεπόν τε καὶ ἀπειθῆ καὶ πρὸς ὕβριν ἕτοιμον, τοῦ μὲν οὕτω λέγοντος·
23
κινήθη δʼ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων· ἑτέρου δὲ πάλιν αὖ, δῆμος ἄστατον κακόν, καὶ θαλάσσῃ πάνθʼ ὅμοιον ὑπʼ ἀνέμου ῥιπίζεται. καὶ γαληνὸς εντηχω παν πνεῦμα βραχὺ κορύσσεται. κἄν τις αἰτία γένηται, τὸν πολίτην κατέπιεν.
24
τάχʼ ἂν οὖν καὶ ὑμεῖς ἐμὲ τῷ θορύβῳ καταπίοιτε καὶ τῇ ταραχῇ, βουλόμενον ὑμᾶς ὠφελεῖν. μείναντες δὲ καὶ ἀκούσαντες διὰ τέλους πᾶσι θαυμαστοὶ δόξετε, καὶ οὐ μόνον κρουμάτων ἔμπειροι καὶ ὀρχημάτων, ἀλλὰ καὶ λόγων φρονίμων, ἵνα κἀμοὶ πρὸς τούς αἰτιωμένους καὶ καταγιγνώσκοντας, ὅτι δεῦρο εἰσῆλθον, ᾖ δικαίως ἀπολογεῖσθαι· αἰτιάσονται γάρ, εὖ ἴστε, καὶ φήσουσι δοξοκόπον εἶναι καὶ μαινόμενον, ὅστις ἐμαυτὸν ὄχλῳ καὶ θορύβῳ παρέβαλον· ὅπως οὖν ἔχω λέγειν ὅτι οὐ πᾶν πλῆθος ἀσελγές ἐστιν οὐδὲ ἀνήκοον, οὐδὲ ἀπὸ παντὸς δεῖ τοὺς πεπαιδευμένους φεύγειν.