16
τούτων δὲ ἓν ἴαμα καὶ φάρμακον ἐποίησαν οἱ θεοὶ παιδείαν καὶ λόγον, ᾧ διὰ βίου μέν τις χρώμενος καὶ συνεχῶς ἦλθέ ποτε πρὸς τέλος ὑγιὲς καὶ εὔδαιμον· οἱ δὲ σπανίως καὶ διὰ χρόνου ποτὲ περιτυχόντες ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε τεθνᾶσιν· ὅμως δὲ ἤδη ποτὲ ἐξαισίων δεινῶν ἐπικειμένων αὐτοῖς ἀπετράπησαν. οἱ δὲ διὰ παντὸς ἄπειροι τοῦ φαρμάκου τούτου καὶ μηδέποτε σωφρονοῦντι λόγῳ τὰς ἀκοὰς ὑπέχοντες ὁλοκλήρως ἄθλιοι μηδεμίαν σκέπην μηδὲ προβολὴν ἔχοντες ἀπὸ τῶν παθῶν, ἀλλʼ ἐν ἀκαλύπτῳ καὶ ταλαιπώρῳ βίῳ χειμαζόμενοι, καθάπερ σκάφει σαθρῷ καὶ λελυμένῳ πάντων ἐν ἀγνώμονι γνώμῃ καὶ πονηρίᾳ.
17
συμβαίνει δὲ τοὺς κακίστους καὶ ἀτυχεστάτους ὡς πορρωτάτω φεύγειν ἀπὸ τοῦ λόγου καὶ μὴ ἐθέλειν ἀκούειν, μηδʼ ἂν βιάζηταί τις, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τὰ δυσχερῆ λίαν οὐκ ἐᾷ προσάψασθαι, καὶ τοῦτο αὐτὸ σημεῖόν ἐστι τοῦ πάνυ πονήρως αὐτὰ ἔχειν. οἱ δὲ τοιοῦτοι παρʼ ἑτέρους ἴασιν ἰατροὺς οὐχ ἑκόντες ἰσχυροτέρους. διττὴ γὰρ θεραπεία κακίας καὶ πρόνοια, καθάπερ τῶν ἄλλων νόσων· ἡ μὲν ἐοικυῖα διαίτῃ καὶ φαρμάκοις, ἡ δὲ καύσει καὶ τομῇ, προσήκουσα μᾶλλον ἄρχουσι καὶ νόμοις καὶ δικασταῖς, οἳ τὸ περιττὸν δὴ καὶ ἀνίατον ἐξαιροῦσι. βελτίους δέ εἰσιν οἱ μὴ ῥᾳδίως αὐτὸ πράττοντες.