4
ἐκεῖνοι μὲν οὖν κακῶς ἐχρήσαντο τοῖς ὠσὶ τῶν παίδων, ὑμεῖς δὲ τοῖς αὑτῶν κάκιον. δήμου γάρ ἐστιν ἀκοὴ τὸ θέατρον· εἰς τοῦτο δὲ καλὸν μὲν ἢ τίμιον οὐδὲν ὑμῖν ἢ σπανίως ποτὲ εἰσέρχεται· κρουμάτων δὲ ἀεὶ μεστόν ἐστι καὶ θορύβου καὶ βωμολοχίας καὶ σκωμμάτων οὐδὲν ἐοικότων χρυσῷ. διὰ τοῦτο οὖν ὀρθῶς ἔφην ἀπορεῖν ὑμᾶς σπουδῆς. οὔτε γὰρ αὐτοὶ σπουδαῖοί ἐστε οὔτε οἱ ὑμέτεροι συνήθεις καὶ πολλάκις εἰς ὑμᾶς εἰσιόντες, μῖμοί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι, ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ τε τάχιστα ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς, νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.
5
τοῦτο γὰρ ἀεὶ ὁρᾶτε καὶ περὶ τοιαῦτά ἐστε, ἀφʼ ὧν νοῦν μὲν ἢφρόνησιν ἢ δικαίαν διάθεσιν ἢ πρὸς θεοὺς εὐσέβειαν οὐκ ἔστι κτήσασθαι, ἔριν δὲ ἀμαθῆ καὶ φιλοτιμίαν ἄμετρον καὶ κενὴν λύπην καὶ χαρὰν ἀνόητον καὶ λοιδορίαν καὶ δαπάνην. λέγω δὲ ταῦτα οὐκ ἀποτρέπων οὐδὲ καταλύειν κελεύων τὰς τοιαύτας ψυχαγωγίας καὶ ἀπάτας τῆς πόλεως· μαινοίμην γὰρ ἄν· ἀλλʼ ἀξιῶνὑμᾶς, ὥσπερ τούτοις ἑτοίμως καὶ συνεχῶς αὑτοὺς παρέχετε, οὕτω καὶ λόγου χρηστοῦ ποτε ἀκοῦσαι καὶ τὴν ἐπὶ τῷ συμφέροντι δέξασθαι παρρησίαν·