163
ἔτι πρὸς τούτοις τῆς ἐσθῆτος ὁ τρόπος, τὸ ἴσως ἄν τινι γελοῖον φανέν, τῆς πορφύρας τὸ μέτρον· τὰ φανερώτερα ἤδη, τὸ μεθʼ ἡσυχίας θεωρεῖν, ὁ ποππυσμός· πάντα ταῦτα σεμνὴν τὴν πόλιν ποιεῖ, διὰ ταῦτα τῶν ἄλλων διαφέρειν δοκεῖτε, ἐπὶ τούτοις ἅπασι θαυμάζεσθε,ἀγαπᾶσθε· τῶν λιμένων, τῶν τειχῶν, τῶν νεωρίων μᾶλλον ὑμᾶς κοσμεῖ τὸ ἐν τοῖς ἔθεσιν ἀρχαῖον καὶ Ἑλληνικόν, τὸ παρʼ ὑμῖν μὲν ὅταν τις γένηται, εὐθὺς αὐτὸν ἀποβάντα εἰδέναι, κἂν τύχῃ βάρβαρος ὤν, ὅτι οὐ πάρεστιν εἴς τινα πόλιν τῆς Συρίας ἢ τῆς Κιλικίας· παρʼ ἄλλοις δὲ ἂν μή τις ἀκούσῃ τοῦ τόπου τὸ ὄνομα, φέρε εἰπεῖν ὅτι καλεῖται Λύκειον ἢ Ἀκαδήμεια, μηθὲν διαφέρειν.
164
τίνος οὖν χάριν ταῦτα παυόμενος ἤδη λέγω καὶ τί δηλῶσαι βουλόμενος; ὅτι τοσούτῳ μᾶλλον ὑμᾶς φιλοτιμεῖσθαι δεῖ καὶ μηθὲν παραπέμπειν τῶν γιγνομένων. κἂν οὕτως ἔχητε ἐν ἅπασιν οἷσπράττετε, ἴσως οὐθὲν δόξετε κακίους εἶναι τῶν προγόνων. τὸ γὰρ ἐν τοιαύτῃ καταστάσει διαφυλάττειν ἑαυτοὺς καὶ μένειν ἐπὶ τοῦ τῆς ἀρετῆς σχήματος θαυμαστὸν ἔμοιγε δοκεῖ·
165
καθάπερ οἶμαι καὶ τῶν πλεόντων ἰδεῖν ἔστι χειμῶνος μὲν ἐπιπεσόντος ἢ σφοδροῦ τοῦ πνεύματος μηδὲ τοὺς ἀσελγεστάτους αὐτῶν αἰσχρόν τι ποιοῦντας,ἀλλὰ πρὸς μόνῳ τῷ πλεῖν ὄντας, ἐν δὲ τῇ γαλήνῃ καὶ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν ἐπιπολάζουσαν τὴν ὕβριν, κἂν μὴ ὦσιν ἀκόλαστοι· τὸν αὐτὸν οἶμαι τρόπον ὁ μὲν πόλεμος εἴωθε καὶ τοὺς φαυλοτέρους ἐγείρειν καὶ κρατεῖν, ἐν τοσαύτῃ δὲ εἰρήνῃ καὶ ῥᾳθυμίᾳ τῶν ἀρίστων ἀνδρῶν εἰς μηδεμίαν αἰσχύνην μηδὲ ἀταξίαν ὑπενεχθῆναι.
(15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ.