157
καὶ λέγω ταῦτα μὰ τὸν Δία οὐκ ἀπεχθάνεσθαι βουλόμενος ὑμῖν οὐδὲ διασύρων τὴν πόλιν, ἀλλʼ ὅπως μηδὲν ἀνάξιον ἑαυτῆς μηδὲ ἀλλότριον τῆς ἄλλης εὐκοσμίας καὶ τῆς πολιτείας φαίνηται ποιοῦσα. καί μοι δοκεῖ τις ἂν εἰκότως προαχθῆναι διὰ τὴν πρὸσἅπαντας εὔνοιαν τοὺς Ἕλληνας, οὐ μόνον διὰ τὴν πρὸς ὑμᾶς, εἴ τι ἄρα ἐνθάδε ἔχοι μὴ καλῶς, εἰπεῖν καὶ μηνῦσαι. πρότερον μὲν γὰρ ἐκ πολλῶν συνειστήκει τὸ κοινὸν ἀξίωμα καὶ πολλοὶ τὴν Ἑλλάδα ηὖξον, ὑμεῖς, Ἀθηναῖοι, Λακεδαιμόνιοι, Θηβαῖοι, χρόνον τινὰ Κορίνθιοι, τὸ παλαιὸν Ἀργεῖοι. νυνὶ δὲ τὸ μὲν τῶν ἄλλωνοὐθέν ἐστιν.
158
οἱ μὲν γὰρ αὐτῶν ὅλως ἀνῄρηνται καὶ ἀπολώλασιν, οἱ δὲ ἀσχημονοῦσι πράττοντες οἷα ἀκούετε καὶ πάντα τρόπον τὴν παλαιὰν δόξαν ἀφανίζοντες, οἰόμενοι τρυφᾶν οἱ ἀνόητοι καὶ κέρδος ἀριθμοῦντες τὸ μηθένα κωλύειν αὐτοὺς ἁμαρτάνοντας. λοιποὶ δὲ ὑμεῖς ἐστε· καὶ γὰρ μόνοις ὑμῖν ὑπάρχει τὸ δοκεῖν ὄντως τινὰσγεγονέναι καὶ μὴ τελέως καταπεφρονῆσθαι. διὰ μὲν γὰρ τοὺς οὕτω χρωμένους ταῖς ἑαυτῶν πατρίσιν, ὡς ἀληθεύοντες ἔνιοι λέγουσιν, οὐθὲν ἐκώλυε πάλαι Φρυγῶν πάντας ἢ Θρᾳκῶν ἀτιμοτέρους γεγονέναι τοὺς Ἕλληνας.