144
μὴ τοίνυν ὁ χρόνος ὠφελείτω τὸ ἔθος, εἴπερ ἐστὶ μοχθηρόν, ὡς πάλαι νομίζω πεποιηκέναιφανερόν. οὐ γὰρ εἰ πολὺν χρόνον ἔβλαψεν ὑμᾶς, διὰ τοῦτο οἶμαι προσήκειν αὐτὸ μηδέποτε παύσασθαι βλάπτον. οὐδὲ γὰρ ἄνδρα μοχθηρὸν ἐκ πολλοῦ λαβόντες ἀφήσετε τοῦ χρόνου χάριν οὗ διῆλθε πονηρὸς ὤν. οὐδέ γε εἴ τις νόσον ἰάσασθαι δύναιτο ἐνοχλοῦσαν πάλαι, φείδοιτʼ ἂν ἐξ ἀρχῆς ὑγιαίνειν.
145
οἶμαι δʼ ὑμᾶς, εἴ τις θεῶν φανερὸν ὑμῖν ποιήσειε τὸ μέλλον αὖθίς ποτε λυπήσειν τὴν πόλιν, πάντως φυλάξεσθαι τοῦτο, ἐν ὑμῖν γε ὄν· εἶτα τοῦ μὲν ἑτέρους βλάψοντος οὐκ ἀμελήσετε, ἐπειδὴ μετὰ ταῦτα ἔσται· τὸ δὲ ὑμᾶς αὐτοὺς τὰ μέγιστα ἀδικοῦν ἐάσετε, ὅτι πρότερον ἤρξατο; τουτὶ μὲν οὖν παντελῶς εὔηθες, εἴ τις οἴεται μηδέποτε δεῖν κωλῦσαι τὸ συνήθως μέν, ἀτόπως δὲ γιγνόμενον.
146
ἀξιῶ δʼ ὑμᾶς ἐκεῖνο ἐνθυμηθῆναι μᾶλλον, ὅτι πολλῶν ὄντων κατὰ τὴν πόλιν, ἐφʼ οἷς ἅπασιν εὐλόγως σεμνύνεσθε, πρῶτον μὲν τῶν νόμων καὶ τῆς εὐταξίας τῆς περὶ τὴν πολιτείαν, ἐφʼ οἷς καὶ μάλιστα φιλοτιμεῖσθε, ἔπειτα οἶμαι καὶ τῶν τοιούτων, ἱερῶν, θεάτρων, νεωρίων, τειχῶν, λιμένων· ὧν τὰ μὲν πλοῦτον ἐμφαίνει καὶ μεγαλοψυχίαν καὶ τὸ μέγεθος τῆς πρότερον δυνάμεως, τὰ δὲ καὶ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οὐθενὸς ἧττον ἥδεσθε ἐπὶ τῷ πλήθει τῶν ἀνδριάντων, εἰκότως·