121
ἔτι δʼ εἰ μὲν ἐν τοῖς ἄλλοις μηδὲν αὐτῶν διεφέρετε, οὐδὲνἴσως ἔδει καθʼ ἓν τοῦτο φιλοτιμεῖσθαι καὶ σκοπεῖν ὅπως κρείττους δόξετε. νῦν δὲ οὐθέν ἐστιν ἐφʼ ὅτῳ τῶν ἐκεῖ γιγνομένων οὐκ ἂν αἰσχυνθείη τις. οἷον εὐθὺς τὰ περὶ τοὺς μονομάχους οὕτω σφόδρα ἐζηλώκασι Κορινθίους, μᾶλλον δʼ ὑπερβεβλήκασι τῇ κακοδαιμονίᾳ κἀκείνους καὶ τοὺς ἄλλους ἅπαντας, ὥστε οἱ Κορίνθιοιμὲν ἔξω τῆς πόλεως θεωροῦσιν ἐν χαράδρᾳ τινί, πλῆθος μὲν δυναμένῳ δέξασθαι τόπῳ, ῥυπαρῷ δὲ ἄλλως καὶ ὅπου μηδεὶς ἂν μηδὲ θάψειε μηδένα τῶν ἐλευθέρων, Ἀθηναῖοι δὲ ἐν τῷ θεάτρῳ θεῶνται τὴν καλὴν ταύτην θέαν ὑπʼ αὐτὴν τὴν ἀκρόπολιν, οὗ τὸν Διόνυσον ἐπὶ τὴν ὀρχήστραν τιθέασιν· ὥστε πολλάκις ἐν αὐτοῖς τινα σφάττεσθαι τοῖς θρόνοις, οὗ τὸν ἱεροφάντην καὶ τοὺς ἄλλους ἱερεῖς ἀνάγκη καθίζειν.
122
καὶ τὸν εἰπόντα περὶ τούτου φιλόσοφον καὶ νουθετήσαντα αὐτοὺς οὐκ ἀπεδέξαντο οὐδὲ ἐπῄνεσαν, ἀλλʼ οὕτως ἐδυσχέραναν, ὥστε ἐκεῖνον ὄντα μὲν γένει Ῥωμαίων μηδενὸς ὕστερον, δόξαν δὲ τηλικαύτην ἔχοντα ἡλίκης οὐδεὶς ἐκ πάνυ πολλοῦ τετύχηκεν, ὁμολογούμενον δὲ μόνον μάλιστα μετὰ τοὺς ἀρχαίους ἀκολούθως βεβιωκέναι τοῖς λόγοις, καταλιπεῖν τὴν πόλιν καὶ μᾶλλον ἑλέσθαι διατρίβειν ἀλλαχόσε τῆς Ἑλλάδος. ἀλλʼ οὐκ ἂν ὑμεῖς, ἄνδρες Ῥόδιοι, τοιοῦτον οὐθὲν ὑπομείναιτε, παρʼ οἷς νόμος ἐστὶ τὸν δημόσιον μηδέποτε εἰσελθεῖν εἰς τὴν πόλιν.