51
καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν ὁ Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν· οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν.
52
ἐκ δὲ τούτων τῶν ἐπιτηδευμάτων τούς τε ἄρχοντας πεποίηκεν. ἀγαθοὺς καὶ τὸ πλῆθος εὔτακτον. προΐασι γοῦν αὐτῷ σιγῇ, ʽδειδιότες σημάντορασʼ, οἱ δὲ βάρβαροι μετὰ πολλοῦ θορύβου καὶ ἀταξίας, ταῖς γεράνοις ὁμοίως· ὡς τοῦτο μάλιστα σωτήριον ὂν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας. ὅσοι δʼ ἂν ὦσιν ἄφοβοι τῶν σφετέρων ἀρχόντων, οὗτοι τάχιστα ἂν φοβοῖντο τοὺς πολεμίους.
53
καὶ μέντοι καὶ νικῶντας τοὺς Ἀχαιοὺς καθʼ ἡσυχίαν φησὶ στρατοπεδεύειν· παρὰ δὲ τοῖς Τρωσὶν ἐπειδή τι πλεονεκτεῖν ἔδοξαν, εὐθὺς εἶναι διʼ ὅλης τῆς νυκτὸς αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων· ὡς καὶ τοῦτο ἱκανὸν ὂν σημεῖον ἀρετῆς ἢ κακίας, οἵτινες ἂν ἐγκρατῶς τὰς εὐτυχίας ἢ τοὐναντίον μεθʼ ὕβρεως φέρωσιν.
54
ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς. αὐτὸς γὰρ σαφῶς ὑποτίθεται δύο τὰς βασιλικωτάτας ἀρετὰς τήν τε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν, ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής,