117
ἐγὼ δʼ εἰ μέν τις ἢ τοῖς Ἀθηναίοις ἐπιτιμῶν λέγει ταῦτα, καὶ δεικνὺς οὐκ ὄντας ἀξίους τοὺς ἐνοικοῦντας τῆς πόλεως οὐδὲ τῆς δόξης, ἣν οἱ πρότερον γενόμενοι κατέλιπον, ἢ καθόλου τὴν Ἑλλάδα ἐλεῶν εἰς ὃ πέπτωκεν, ὅταν τοιαῦτα πράττωσιν οἱ χρόνον τινὰ δόξαντες αὐτῆς προεστάναι, καλῶς αὐτὸν ἡγοῦμαι λέγειν· εἰ δʼ ὅτι προσήκει μηδʼ ὑμᾶς μηδὲν μέγα φρονεῖν μηδʼ ἐκείνων κρεῖττον, οὐκ ἔχω τὴν ὑπερβολὴν τῆς ἀναισθησίας εἰπεῖν τοῦ ταῦτα λέγοντος.
118
οὐ γὰρ ὃν τρόπον τὰ καλῶς παρʼ ἑτέροις γιγνόμενα πᾶσιν ἔθος ἐστὶ λέγειν ζήλου καὶ προτροπῆς ἕνεκεν, ὁμοίως κἂν φαῦλόν τι πράττηται παρʼ ἄλλοις, δεῖ τοῦτο μνημονεύειν, ὥστε μιμεῖσθαι, τοὐναντίον δὲ ὑπὲρ τοῦ φυλάξασθαι καὶ μὴ λαθεῖν εἴς τι τοιοῦτον ἐμπεσόντας. καὶ γὰρ εἰ μὲν ἐπαινῶν τις ἐκείνους ταῦτα ἔλεγε καὶ μηδὲν χείρονος δόξης ἀποφαίνων ἐπιτυγχάνοντας, ἦν μὲν ἂν δήπουθεν εὐήθης, μᾶλλον δὲ ἀναιδής· πλὴν κατά γε τὴν ἑαυτοῦ γνώμην παρεῖχέ τινα ἀφορμὴν τοῖς ἁμαρτάνειν βουλομένοις. εἰ δʼ ὡς αἰσχρὰ καὶ ὀνείδη πάντες αὐτὰ προφέρουσι καὶ οὐθεὶς ἂν εἴποι τῶν ἐγκωμιαζόντων τὴν πόλιν τοιοῦτον οὐδέν, ἀλλʼ ἤτοι βλασφημῶν τις ἢ καθαπτόμενος ἄλλως καὶ ἐπιπλήττων, παντελῶς εὐήθης ὁ διὰ τῶν τοιούτων ὑμᾶς προτρέπειν δοκῶν ὥστε ἀμελεῖν τῶν παρʼ αὑτοῖς.