111
ἀλλὰ ἐκείνους γέ φασι μηδὲ τὰς ἐπιστολὰς λύειν, ἃς ἂν γράψωσι τῶν ἀθλητῶν τινα συνιστάντες, πρὶν ἢ ἀγωνίσηται. καὶ τοῦτο οὐδένα πώποτε αὐτοῖς ἤνεγκε κίνδυνον, ἀλλὰ τοὐναντίον τιμὴν καὶ ἔπαινον τῷ δοκεῖν ἀξίους εἶναι βραβεύειν τὸν ἀγῶνα. μὴ γὰρ οἴεσθε Ῥωμαίους οὕτως εἶναι σκαιοὺς καὶ ἀμαθεῖς ὥστε μηδὲν αἱρεῖσθαι τῶν ὑφʼ αὑτοῖς ἐλευθέριον εἶναι μηδὲ καλόν κἀγαθόν, ἀλλὰ βούλεσθαι μᾶλλον ἀνδραπόδων κρατεῖν.
112
εἶτα Ἠλεῖοι μὲν οὕτως ἀξιοῦσι τὰ ἑαυτῶν, οὐδενὸς Πελοποννησίων κατά γε τἄλλα ἀμείνους ὄντες· ὑμεῖς δὲ τοὺς παριόντας δεδοίκατε, κὰν ἕνα τινὰ μὴ στήσητε χαλκοῦν, τὴν ἐλευθερίαν οἴεσθε ἀποβαλεῖν; ἀλλʼ εἴ γε οὕτω σφόδρα ἐπισφαλής ἐστιν ὥστε ἐκ τῆς τυχούσης προφάσεως περιαιρεθῆναι, δουλεύειν ὑμῖν τῷ παντὶ βέλτιον ἤδη. καὶ γὰρ τοῖς τὸ σῶμα οὕτως ἐπικινδύνως ἔχουσιν ὥστε μηκέτʼ ἀνενεγκεῖν τεθνάναι κρεῖττον ἢ ζῆν.