75
ὅσῳ τοίνυν τοὺς πρότερον ἀεὶ τῶν ἐπιγιγνομένων πάντες ἡγοῦνται φύσει κρείττους, καὶ πάλαι τὸ τυχεῖν τινας τούτου σπανιώτερον ὑπῆρχε, τοσούτῳ περὶ ἀμείνους ἄνδρας καὶ μειζόνων ἀγαθῶν αἰτίους ὁμολογοῦσιν ἁμαρτάνειν. ὅτι δʼ ἀληθῆ ταῦτα ἀμφότερα δῆλον. τούς τε γὰρ σφόδρα ἀρχαίους ἡμιθέους ὄντας ἐπιστάμεθα καὶ τοὺς μετʼ αὐτοὺς οὐ πολὺ ἐκείνων χείρονας· ἔπειτα τοὺς ἐφεξῆς ἐλάττονας ἀεὶ κατὰ τὸν χρόνον, καὶ τέλος τοὺς νῦν ὁποίους ἡμᾶς αὐτοὺς οἴδαμεν. καὶ πρότερον μὲν οὐδὲ τοῖς ἀποθνῄσκουσι πᾶσιν ὑπὲρ τῆς πόλεως ἦν ἑστάναι χαλκοῖς, ἀλλʼ εἰ μή τις ὑπερφυᾶ καὶ θαυμαστὰ πράξειε· νῦν δὲ τοὺς καταπλέοντας τιμῶμεν, ὥστʼ, εἴπερ ἄρα, τοὺς ὕστερον μᾶλλον καὶ τοὺς ἔγγιστα νῦν ἀνακειμένους μεταποιητέον.
76
οὐδὲ γὰρ ἐκεῖνο ἀγνοεῖτε δήπουθεν ὅτι πάντες οἱ νοῦν ἔχοντες τοὺς παλαιοὺς τῶν φίλων μᾶλλον ἀγαπῶσι καὶ περὶ πλείονος ποιοῦνται τῶν διʼ ὀλίγου γεγονότων, καὶ τούς γε πατρικοὺς τῷ παντὶ πλέον ἢ τοὺς ὑφʼ αὑτῶν ἐγνωσμένους. οἱ μὲν γὰρ τὰ πρὸς τούτους παραβαίνοντες μόνους αὐτοὺς ἀδικοῦσιν· οἱ δὲ τῶν πρὸς ἐκείνους τι λύοντες καὶ τῶν κτησαμένων αὐτοὺς ὀλιγωροῦσιν.