69
καίτοι τὸ μὲν τῶν χρεῶν γεγονὸς εὕροι τις ἂν καὶ ἐν ἄλλῳ χρόνῳ καὶ Σόλωνα λέγεται παρὰ Ἀθηναίοις ποτὲ ποιῆσαι. δίχα γὰρ τοῦ πολλάκις ἀναγκαίως αὐτὸ συμβαίνειν ἐκ τῆς ἀπορίας τῶν δεδανεισμένων ἔσθʼ ὅτε οὐδὲ ἀδίκως γίγνεται διὰ τὸ μέγεθος τῶν τόκων, ὅταν τινὲς πολλάκις ὦσιν ἐν τούτοις τὰ ἀρχαῖα κεκομισμένοι. τὸ δὲ τὰς χάριτας τὰς ἀντὶ τῶν εὐεργεσιῶν ἀποστερεῖσθαι τοὺς εἰληφότας οὔτε ἀφορμὴν οὐδεμίαν δύναται παρασχεῖν εὔλογον οὔτε εἰσηγήσατο οὐδεὶς πώποτε, ἀλλὰ μόνου τούτου σχεδὸν ἁπάντων οὐδέποτε καιρὸς γέγονε.
70
καὶ μὴν δύο ταῦτα ὁμοίως τῆς μεγίστης φυλακῆς ἐν τοῖς νόμοις ἠξίωται καὶ ἀρᾶς καὶ ἐπιτιμίων τῶν ἐσχάτων, ἐάν τις εἰσάγῃ χρεῶν ἀποκοπὰς ἢ ὡς τὴν γῆν ἀναδάσασθαι προσήκει. τούτων τοίνυν τὸ μὲν παρʼ ὑμῖν οὐ γέγονε· τὸ δὲ λοιπόν, ὃ μηδʼ ὅλως ἴσμεν εἴ ποτεσυνέβη, σκέψασθε παραθέντες τῷ νῦν ἐξεταζομένῳ πράγματι. τῆς μέν γε χώρας ἄνωθεν διαιρουμένης τοῦτο ἂν εἴη δεινότατον, τὸ ἐξ ἴσου γίγνεσθαι τὸν ἔχοντα πρότερον τῷ μὴ κεκτημένῳ· τῆς δὲ εἰκόνος ἑτέρῳ δοθείσης οὐδαμῶς ἴσος ἐστὶν ὁ ἀφαιρεθεὶς τῷ λαβόντι. ὁ μὲν γὰρ τέτευχεν, εἴπερ ἄρα, τῆς τιμῆς, τῷ δὲ οὐθὲν περίεστι.