67
ἀσμένως δὲ αὐτῶν προσεμένων καὶ τὸ πρᾶγμα δωρεὰν ἡγησαμένων, μόνοι τῶν ἄλλων ὑμεῖς οὐκ ἐδέξασθε, καίτοι τῆς ἁλώσεως ὑμῖν, ὅπερ ἔφην, ἄρτι γεγενημένης καὶ τῶν πολεμίων ἐν τῇ πόλει τὰς οἰκίας μόνον εἰακότων· ἀλλʼ ὅμως δεινὸν ὑμῖν ἔδοξε τὸ ἐν ὁποίῳ δήποτε καιρῷ παραβῆναί τι τῶν δικαίων καὶ διὰ τὰς συμφορὰς τὰς καταλαβούσας ἔτι καὶ τὴν πίστιν ἀνελεῖν τῆν παρʼ αὑτοῖς· καὶ τἄλλα πάντα Ῥωμαίοις παραχωροῦντες οὐκ ἠξιώσατε καθʼ ἓν τοῦτο παραχωρῆσαι, τὸ μηδὲν αἰσχρὸν αἱρεῖσθαι κέρδους ἕνεκα.
68
ὧν γὰρ οἶμαι τὴν ἐκείνων πόλιν ἑωρᾶτε μὴ δεηθεῖσαν δι’ ἀρετὴν ἅμα καὶ εὐτυχίαν, τούτου τὴν ὑμετέραν ἀπεφήνατε μὴ δεομένην διὰ μόνην τὴν ἀρετὴν. οὐ τοίνυν φήσετε ἔλαττον, ὦ ἄνδρες Ῥόδιοι, τὴν χάριν ὀφείλεσθαι τοῖς εὖ πεποιηκόσιν ἢ τοῖς συμβαλοῦσι τὸ χρέος. εἶτα τὸ μὲν μὴ ἑκόντας ἐκτίνειν τὰ ὀφειλόμενα δεινὸν ὑμῖν ἔδοξε, τὸ δὲ ἀποδόντας ἀφαιρεῖσθαι μέτριον. οὐ γὰρ δὴ τὸ μετὰ πάντων ἀσχημονεῖν τοῦ μόνους αἴσχιον ὑπειλήφατε. καίτοι τοσαύτης μεταβολῆς καθʼ ὃν εἴρηκα καιρὸν γενομένης καὶ περὶ πάντα συγχύσεως, τά γε δοθέντα ὑπῆρχε βεβαίως ἔχειν τοῖς προειληφόσι, καὶ οὐδεὶς ἐτόλμησεν εἰσπράττειν τοὺς ἤδη τι κεκομισμένους. ὑμεῖς δὲ νῦν οὐδὲ ἃ ἔφθητε διαλῦσαι τοῖς εὐεργέταις ἐᾶτε, ἀλλʼ οἱ μηδὲ τῶν αὐτῶν μηδὲν ὑπομείναντες τότε τοῖς ἄλλοις, καὶ ταῦτα ἐπταικότες, νῦν εὐτυχοῦντες πράττετε ὃ μηδὲ ἐκείνων τότε μηδὲ εἷς.