41
διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις διʼ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς, ἐν νήσῳ καθʼ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελονπεριήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου. πάντα γὰρ ταῦτα ὑπερφυῶς ἐρωτικὰ καὶ ἡδέα, κατὰ τὸν τρόπον οἶμαι τῆς θεᾶς.
42
τὴν δέ γε τοῦ Μενελάου πολυχρήματον καὶ πολύχρυσον αὐλήν, καθάπερ οἶμαι τῶν Ἀσιαγενῶν τινος βασιλέων. καὶ γὰρ οὗτος ἦν οὐ μακρὰν τοῦ τε Ταντάλου καὶ Πέλοπος, ὅθεν οἶμαι καὶ τὸν χορὸν Εὐριπίδης εἰς τοῦτο αἰνιττόμενον πεποίηκεν ἐν τῇ προσόδῳ τοῦ βασιλέως, Μενέλαος δὲ πολὺ δʼ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι τοῦ Τανταλιδᾶν ἐξ αἵματος ὤν.
43
οὐ μὴν τήν γε τοῦ Ὀδυσσέως οἴκησιν οὐδαμῶς τούτοις ὁμοίαν, ἀλλʼ ὡς ἂν ἀσφαλοῦς ἀνδρὸς πεποίηκε πρὸς αὐτὸ τοῦτο παρεσκευασμένην. λέγει γὰρ οὕτως· ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι· θύραι δʼ εὐεργέες εἰσὶ δίκλιδες· οὐκ ἂν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.