20
πλὴν ἐκεῖνό γε δῆλόν ἐστιν ὅτι μήτε ὑμεῖς μήτε ἄλλοι τινές, οἳ δοκοῦσιν Ἑλλήνων ἢ βαρβάρων μεγάλοι γενέσθαι, διʼ ἄλλο τι προῆλθον εἰς δόξανκαὶ δύναμιν ἢ τῶν κατὰ μέρος φιλοτίμων τυχόντες καὶ περὶ πλείονος τοῦ ζῆν ἡγουμένων τὴν ὕστερον εὐφημίαν. ἡ γὰρ στήλη καὶ τὸ ἐπίγραμμα καὶ τὸ χαλκοῦν ἑστάναι μέγα δοκεῖ τοῖς γενναίοις ἀνδράσι, καὶ μισθὸς οὗτος ἄξιος τῆς ἀρετῆς τὸ μὴ μετὰ τοῦ σώματος ἀνῃρῆσθαι τὸ ὄνομα μηδʼ εἰς ἴσον καταστῆναι τοῖς μὴ γενομένοις,ἀλλὰ ἴχνος τι λιπέσθαι καὶ σημεῖον, ὡς ἂν εἴποι τις, τῆς ἀνδραγαθίας.
21
τοὺς ἀγωνιστὰς τούτους ὁρᾶτε ὅσα πάσχουσι γυμναζόμενοι, δαπανῶντες, τὸ τελευταῖον ἀποθνῄσκειν αἱρούμενοι πολλάκις ἐν αὐτοῖς τοῖς ἄθλοις. τί οὖν; εἴ τις ἀνέλοι τὸν στέφανον, οὗ χάριν φιλοτιμοῦνται, καὶ τὴν ἐπιγραφὴν τὴν ἐσομένηνὈλυμπίασιν ἢ Πυθοῖ τῆς νίκης, ἆρʼ οἴεσθε μίαν ἡμέραν αὐτοὺς ἀνέξεσθαι τὸν ἥλιον μόνον, οὐχ ὅπως τἄλλα ὅσα τῷ πράγματι πρόσεστιν ἀηδῆ καὶ χαλεπά; τί δʼ; ἐὰν γένηται δῆλον αὐτοῖς ὅτι τὴν εἰκόνα, ἣν ἂν στήσωσιν, ἕτερος αὑτοῦ ποιήσεται, τὸ μὲν τοῦ θέντος ὄνομα ἀνελών, αὑτὸν δὲ ἐπιγράψας, ἔτι θεασόμενον ἡγεῖσθε ἐλθεῖν ἄν τινα ἐκεῖσε, οὐχ ὅπως ἀγωνιούμενον; ὅθεν οἶμαι καὶ βασιλεῖς ἐπιδικάζονται τῆς τοιαύτης μαρτυρίας.