10
πολλοὶ μὲν οὖν κατὰ φιλοσοφίαν λόγοι καὶ πάντες ἀκοῆς ἄξιοι καὶ θαυμαστὴν ὠφέλειαν ἔχοντες τοῖς μὴ παρέργως ἀκροωμένοις· ἀλλὰ δεῖ τὸν ἐγγύς τε καὶ μάλιστα ἁψόμενον ἀνευρόντας καὶ παρακαλέσαντας Πειθώ τε καὶ Μούσας καὶ Ἀπόλλωναὡς δυνατὸν προθύμως διελθεῖν.
11
φέρε εἴπωμεν τά τε ἤθη καὶ τὴν διάθεσιν τοῦ χρηστοῦ βασιλέως, ἐν βραχεῖ περιλαμβάνοντες ὡς ἔνεστιν, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσιν.
12
πάνυ γὰρ οὖν καλῶς σὺν ἄλλοις πλείοσιν Ὅμηρος, ἐμοὶ δοκεῖν, καὶ τοῦτο ἔφη, ὡς οὐχ ἅπαντας παρὰ τοῦ Διὸς ἔχοντας τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνον τὸν ἀγαθόν, οὐδὲ ἐπʼ ἄλλοις τισὶ δικαίοις ἤ τῷ βουλεύεσθαι καὶ φροντίζειν ὑπὲρ τῶν ἀρχομένων,
13
οὐχ ὥστε ἀκολασταίνειν καὶ σπαθᾶν, ἀνοίας καὶ ὕβρεως καὶ ὑπερηφανίας καὶ πάσης ἀνομίας ἐμπιμπλάμενόν τε καὶ ἀποπιμπλάντα ἐξ ἅπαντος αὑτοῦ τὴν ψυχὴν τεταραγμένην ὀργαῖς τε καὶ λύπαις καὶ φόβοις καὶ ἡδοναῖς καὶ παντοίαις ἐπιθυμίαις, ἀλλʼ ὡς οἶόν τε προσέχοντα τὸν νοῦν αὑτῷ καὶ τοῖς ὑπηκόοις, νομέα καὶ ποιμένα τῷ ὄντι τῶν λαῶν γιγνόμενον, οὐχ ἑστιάτορα καὶ δαιτυμόνα, ὡς ἔφη τις. ἐν ἄλλοις δὲ οὐδὲ καθεύδειν αὐτὸν ἀξιοῖ διʼ ὅλης τῆς νυκτός, ὡς οὐκ οὖσαν αὐτῷ σχολὴν ῥᾳθυμεῖν.