6
ὁποῖοι γὰρ ἂν ὦσιν οἱ πλείους ἐν δημοκρατίᾳ, τοιοῦτον φαίνεται καὶ τὸ κοινὸν ἦθος· τὰ γὰρ τούτοις ἀρέσκοντα ἰσχύει δήπουθεν, οὐχ ἕτερα. μάλιστα δʼ ἂν φαίην ἔγωγε τοῖς καλλίστοις καὶ σεμνοτάτοις οἰκεῖον εἶναι χρῆσθαι προσέχοντας·παρʼ οἷς γὰρ τὰ τοιαῦτα ἀμελεῖται, καὶ κακίαν τινὰ ἐμφαίνει τῆς πόλεως τῶν τε ἄλλων οὐδὲν οἷόν τε ἐπιτηδείως πράττεσθαι.
7
καὶ μὴν ὅτι γε τῶν πρὸς τοὺς θεοὺς ἐξῃρημένων, ἃ δεῖ μέγιστα ἡγεῖσθαι, τῶν λοιπῶν οὐδέν ἐστι κάλλιον οὐδὲ δικαιότερον ἢ τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ τῶν εὖ ποιησάντων μεμνῆσθαινομίζω μηδὲ λόγου δεῖσθαι· καίτοι καὶ τὸ συμφέρον οὐχ ἥκιστα ἐν τούτῳ τις ἂν ἴδοι. τοὺς γὰρ σπουδαίους ὄντας περὶ τοὺς εὐεργέτας καὶ τοῖς ἠγαπηκόσι δικαίως χρωμένους πάντες ἡγοῦνται χάριτος ἀξίους καὶ βούλοιτʼ ἂν ἕκαστος ὠφελεῖν κατὰ τὴν ἑαυτοῦ δύναμιν· ἐκ δὲ τοῦ πολλοὺς ἔχειν τοὺς εὐνοοῦντας καὶ συμπράττοντας, ὅταν ᾖ καιρός, καὶ πόλις πᾶσα καὶ ἰδιώτης ἀσφαλέστερον διάγει.