143
ἢ οὐκ ἀνάγκη πολλὰ ἐοικότα ξυμβαίνειν αὐτόθι τοῖς παλαιοῖς μύθοις, δίχα γε τῆς τῶν πατέρων ὀργῆς καὶ πολυπραγμοσύνης, ἀλλὰ πολλῶν μιμουμένων τοὺς τῶν θεῶν ἔρωτας λεγομένους, χρυσοῦ τε πολλοῦ διαρρέοντος διὰ τῶν ὀρόφων καὶ πάνυ ῥᾳδίως, ἅτε οὐ χαλκῶν ὄντων οὐδὲ λιθίνων τῶν οἰκημάτων,
144
καὶ νὴ Δία ἀργύρου στάζοντος οὐ κατʼ ὀλίγον οὐδʼ εἰς τοὺς τῶν παρθένων κόλπους μόνον, ἀλλʼ εἴς τε μητέρων καὶ τροφῶν καὶ παιδαγωγῶν, καὶ ἄλλων πολλῶν καὶ καλῶν δώρων τῶν μὲν κρύφα εἰσιόντων διὰ τῶν στεγῶν, ἔστι δʼ ὧν φανερῶς κατʼ αὐτάς που τὰς κλισίας; τί δʼ;
145
ἐν ποταμοῖς καὶ ἐπὶ κρηνῶν οὐκ εἰκὸς ὅμοια πολλὰ γενέσθαι τοῖς πρότερον λεγομένοις ὑπὸ τῶν ποιητῶν; πλὴν ἴσως γε οὐ δημόσια γιγνόμενα οὐδʼ ἐν τῷ φανερῷ, κατʼ οἰκίας δὲ οὕτως εὐδαίμονας κήπων τε καὶ προαστείων πολυτελεῖς ἐπαύλεις ἔν τισι νυμφῶσι κατεσκευασμένοις καὶ θαυμαστοῖς ἄλσεσιν,ἅτε οὐ περὶ πενιχρὰς οὐδὲ πενήτων βασιλέων οἵας ὑδροφορεῖν τε καὶ παίζειν παρὰ τοῖς ποταμοῖς, ψυχρὰ λουτρὰ λουομένας καὶ ἐν αἰγιαλοῖς ἀναπεπταμένοις, ἀλλὰ μακαρίας καὶ μακαρίων γονέων, ἐν βασιλικαῖς καταγωγαῖς ἴδια πάντα ταῦτα ἐχούσαις, πολὺ κρείττονα καὶ μεγαλοπρεπέστερα τῶν κοινῶν.
146
ἀλλʼ ἴσως γε οὐδὲν ἧττον ἔμελλον ἐν ἐκείνῃ τῇ πόλει παῖδας προσδοκᾶν ἐσομένους, οἷον Ὅμηρος εἴρηκεν Εὔδωρον, υἱὸν Ἑρμοῦ καὶ Πολυδώρας, ὑποκοριζόμενος αὐτὸν οἶμαι κατὰ τὴν γένεσιν, παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυδώρη.