140
τάχʼ οὖν λέγοι τις ἂν ἀγροικότερον οὕτω πως· ὦ σοφοὶ νομοθέται καὶ ἄρχοντες οἱ παραδεξάμενοι τὰ τοιαῦτα ἀπʼ ἀρχῆς, ὡς δή τι θαυμαστὸν εὑρηκότες ταῖς πόλεσιν ὑμεῖς σωφροσύνης φάρμακον, ὅπως ὑμῖν μὴ τὰ φανερὰ ταῦτα καὶ ἄκλειστα οἰκήματα τὰς κεκλειμένασοἰκίας καὶ τοὺς ἔνδοθεν θαλάμους ἀναπετάσῃ, καὶ τοὺς ἔξω καὶ φανερῶς ἀσελγαίνοντας ἀπὸ μικρᾶς δαπάνης ἐπὶ τὰς ἐλευθέρας καὶ σεμνὰς τρέψῃ γυναῖκας μετὰ πολλῶν χρημάτων τε καὶ δώρων, τὸ σφόδρα εὔωνον καὶ μετʼ ἐξουσίας οὐκέτι στέργοντας, ἀλλʼ αὐτὸ δὴ τὸ κεκωλυμένον ἐν φόβῳ τε καὶ πολλοῖς ἀναλώμασι διώκοντας.
141
ὄψεσθε δὲ αὐτό, ἐμοὶ δοκεῖν, ἀκριβέστερον, ἐὰν σκοπῆτε· παρʼ οἷς γὰρ καὶ τὰ τῶν μοιχειῶν μεγαλοπρεπέστερόν πως παραπέμπεται, πολλῆς καὶ σφόδρα φιλανθρώπου τῆς εὐγνωμοσύνης τυγχάνοντα, τὰ μὲν πολλὰ ὑπὸ χρηστότητος οὐκ αἰσθανομένων τῶν ἀνδρῶν, τὰ δέ τινα οὐχ ὁμολογούντων εἰδέναι, ξένους δὲ καὶ φίλους καὶ ξυγγενεῖστοὺς μοιχοὺς καλουμένους ἀνεχομένων, καὶ αὐτῶν ἐνίοτε φιλοφρονουμένων καὶ παρακαλούντων ἐν ταῖς ἑορταῖς καὶ θυσίαις ἐπὶ τὰς ἑστιάσεις, ὡς ἂν οἶμαι τοὺς οἰκειοτάτους,
142
ἐπὶ δὲ τοῖς σφόδρα ἐκδήλοις καὶ φανεροῖς μετρίας τὰς ὀργὰς ποιουμένων· παρʼ οἷς, φημί, ταῦθʼ οὕτως ἐπιεικῶς ἐξάγεται τὰ περὶ τὰς γυναῖκας, οὐδὲ περὶ τῶν παρθένων ἐκεῖ θαρρῆσαι ῥᾴδιον τῆς κορείας οὐδὲ τὸν ὑμέναιον ὡς ἀληθῶς καὶ δικαίως ᾀδόμενον ἐν τοῖς παρθενικοῖς γάμοις πιστεῦσαί ποτε.