131
εἰ καὶ παρά τισιν αἰτίαν ἔχει περὶ τοῦ μήκους τῶν λόγων καὶ τῆς διατριβῆς τῆς περὶ τὸ παράδειγμα δήπουθεν· ἀλλʼ ὡς οὐδὲν ὄντα πρὸς τὸ προκείμενοντὰ εἰρημένα καὶ οὐδʼ ὁπωστιοῦν σαφεστέρου διʼ αὐτὰ τοῦ ζητουμένου γεγονότος, οὗπερ ἕνεκεν ἐξ ἀρχῆς εἰς τὸν λόγον παρελήφθη, διὰ ταῦτα, εἴπερ ἄρα, οὐ παντάπασιν ἀδίκως εὐθύνεται.
132
ἐὰν οὖν καὶ ἡμεῖς μὴ προσήκοντα μηδὲ οἰκεῖα τῷ προκειμένῳ φαινώμεθα διεξιόντες, μακρολογεῖν εἰκότως ἄν λεγοίμεθα. καθʼ αὑτὸδὲ ἄλλως οὔτε μῆκος οὔτε βραχύτητα ἐν λόγοις ἐπαινεῖν ἢ ψέγειν δίκαιον. περὶ δὲ τῶν λοιπῶν τῶν ἐν ταῖς πόλεσι πράξεων χρὴ θαρροῦντας διαπερᾶναι, τῶν μὲν μιμνησκομένους, τὰ δὲ καὶ ἐῶντας ἄρρητά τε καὶ ἀμνημόνευτα.
133
οὐ γὰρ δὴ περί γε πορνοβοσκῶν καὶπερὶ πορνοβοσκίας ὡς ἀμφιβόλων ἀπαγορευτέον, ἀλλὰ καὶ πάνυ ἰσχυριστέον τε καὶ ἀπορρητέον, λέγοντι μηδένα προσχρῆσθαι μήτε οὖν πένητα μήτε πλούσιον ἐργασίᾳ τοιαύτῃ, μισθὸν ὕβρεως καὶ ἀκολασίας ὁμοίως παρὰ πᾶσιν ἐπονείδιστον ἐκλέγοντας, ἀναφροδίτου μίξεως καὶ ἀνεράστων ἐρώτων κέρδους ἕνεκα γιγνομένους συναγωγούς, αἰχμάλωτα σώματα γυναικῶν ἢ παίδων ἢ ἄλλως ἀργυρώνητα ἐπʼ αἰσχύνῃ προϊστάντας ἐπʼ οἰκημάτων ῥυπαρῶν, πανταχοῦ τῆς πόλεως ἀποδεδειγμένων, ἔν τε παρόδοις ἀρχόντων καὶ ἀγοραῖς, πλησίον ἀρχείων τε καὶ ἱερῶν, μεταξὺ τῶν ὁσιωτάτων,