30
ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ. οὐκοῦν, ἦ δʼ ὅς, καὶ τοῦτο, οὗπερ νῦνἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐκ ἔκλυτα οὐδὲ ἐρωτικὰ μέλη ᾅδοντα· καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος· ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δίʼ οὐκ ὠνησάμενον οὐδὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλετὰς Θήβας καὶ τὸν Ἠετίωνα ἀπέκτεινε τὸν τοῦ Έκτορος κηδεστήν.
31
τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν· ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν, ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον τῆς ἀρετῆς οὐδὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾅδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλʼ ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον τῶν ὁμοίων.
32
ταῦτα δὲ ἔλεγε πρὸς τὸν πατέρα, ἐπιδεικνύμενος τὴν αὑτοῦ διάνοιαν. καὶ γὰρ δὴ ἐτύγχανε τὸν μὲν Ὅμηρον ἀγαπῶν, τὸν Ἀχιλλέα δὲ οὐ μόνον ἐθαύμαζεν, ἀλλὰ καὶ ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως, ὥσπερ οἱ καλοὶ παῖδες ζηλοτυποῦσι τοὺς καλοὺς ἐνίοτε, κρειττόνων ἐραστῶν τυγχάνοντας.