98
λέγομεν δὲ ταῦτα μεμνημένοι τῶν ποιητῶν , οὐκ ἄλλως ἀντιπαρεξάγοντες ἐκείνοις οὐδὲ τῆς δόξης ζηλοτυποῦντες, ἣν ἀπὸ τῶν ποιημάτων ἐκτήσαντο ἐπὶ σοφίᾳ· οὐ τούτων ἕνεκα, φιλοτιμούμενοι ἐξελέγχειν αὐτούς, ἀλλὰ παρʼ ἐκείνοις μάλιστα εὑρήσειν ἡγούμενοι τὴν τῶν πολλῶν διάνοιαν, ἃ δὴ καὶ τοῖς πολλοῖς ἐδόκει περί τε πλούτου καὶ τῶν ἄλλων, ἃ θαυμάζουσι, καὶ τί μέγιστον οἴονταί σφισι γενέσθαι ἂν ἀφʼ ἑκάστου τῶν τοιούτων.
99
δῆλον γὰρ ὅτι μὴ συμφωνοῦντος αὐτοῖς τοῦ ποιήματος μηδὲ τὴν αὐτὴν γνώμην ἔχοντος οὐκ ἂν οὕτω σφόδρα ἐφίλουν οὐδὲ ἐπῄνουν ὡς σοφούς τε καὶ ἀγαθοὺς γενέσθαι καὶ τἀληθῆ λέγοντας.
100
ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους, οὐδʼ ἀνερωτᾶν ἅπαντας ἐν μέρει, τί γὰρ σύ, ὦ ἄνθρωπε, δέδοικας τὴν πενίαν οὕτως πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷς, τί δʼ αὖ σὺ ἐλπίζεις κερδανεῖν μέγιστον, ἂν τύχῃς πλουτήσας ἢ νὴ Δία ἔμπορος γενόμενος ἢ καὶ βασιλεύσας; (ἀμήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶς ἀνυστόν)
101
οὕτως οὖν ἐπὶ τοὺς προφήτας αὐτῶν καὶ συνηγόρους,τοὺς ποιητάς, ἐξ ἀνάγκης ἴμεν, ὡς ἐκεῖ φανερὰς καὶ μέτροις κατακεκλειμένας εὑρήσοντες τὰς τῶν πολλῶν δόξας· καὶ δῆτα οὐ πάνυ μοι δοκοῦμεν ἀποτυγχάνειν.