82
καὶ δῆτα καὶ τὸ τοῦ Εὐριπίδου σκοπῶν, εἰ κατʼ ἀλήθειαν ἀπόρως αὐτοῖς ἔχει τὰ πρὸς τοὺς ξένους, ὡσμήτε ὑποδέξασθαί ποτε δύνασθαι μήτε ἐπαρκέσαι δεομένῳ τινί, οὐδαμῇ πω τοιοῦτον εὑρίσκω τὸ τῆς ξενίας, ἀλλὰ καὶ πῦρ ἐναύοντας προθυμότερον τῶν πλουσίων καὶ ὁδῶν ἀπροφασίστους ἡγεμόνας· ἐπεί τοι τὰ τοιαῦτα καὶ αἰσχύνοιντο ἄν· πολλάκις δὲ καὶ μεταδιδόντας ὧν ἔχουσιν ἑτοιμότερον· οὐ γὰρ δὴ ναυαγῷ τις δώσει ἐκείνων οὔτε τὸ τῆς γυναικὸς ἁλουργὲς ἢ τὸ τῆς θυγατρὸς οὔτε πολὺ ἧττον τούτου φόρημα, τῶν χλαινῶν τινα ἢ χιτώνων, μυρία ἔχοντες, ἀλλʼ οὐδὲ τῶν οἰκετῶν οὐδενὸς ἱμάτιον.
83
δηλοῖ δὲ καὶ τοῦτο Ὅμηρος· τὸν μὲν γὰρ Εὔμαιον πεποίηκε δοῦλον καὶ πένητα ὅμως τὸν Ὀδυσσέα καλῶς ὑποδεχόμενον καὶ τροφῇ καὶ κοίτῃ· τοὺς δὲ μνηστῆρας ὑπὸ πλούτου καὶ ὕβρεως οὐ πάνυ ῥᾳδίως αὐτῷ μεταδιδόντας οὐδὲ τῶν ἀλλοτρίων, ὥς που καὶ αὐτὸς πεποίηται λέγων πρὸς τὸν Ἀντίνουν, ὀνειδίζων τὴν ἀνελευθερίαν, οὐ σύγʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔτι μοι ἔτλης σίτου ἀπάρξασθαι, πολλῶν κατὰ οἶκον ἐόντων.
84
καὶ τούτους μὲν ἔστω διὰ τὴν ἄλλην πονηρίαν εἶναι τοιούτους· ἀλλʼ οὐδὲ τὴν Πηνελόπην, καίτοι χρηστὴν οὖσαν καὶ σφόδρα ἡδέως διαλεγομένην πρὸς αὐτὸν καὶ περὶ τοῦ ἀνδρὸς πεπυσμένην, οὐδὲ ταύτην φησὶν ἱμάτιον αὐτῷ δοῦναι γυμνῷ παρακαθημένῳ, ἀλλʼ ἢ μόνον ἐπαγγέλλεσθαι, ἂν ἄρα φανῇ ἀληθεύων περὶ τοῦ Ὀδυσσέως,