46
οὐδὲ οἶνον ποιεῖτε; ἄλλος τις ἠρώτησεν. ποιοῦμεν, εἶπον. ἂν οὖν τις ὑμῶν ἀφίκηται, δώσομεν· ὅπως δὲ ἥξει φέρων ἀσκόν τινα· ἡμεῖς γὰρ οὐκ ἔχομεν. πόσαι γάρ τινές εἰσιν ὑμῖν ἄμπελοι; Δύομέν, ἔφην, αἱ πρὸ τῶν θυρῶν, ἔσω δὲ τῆς αὐλῆς εἴκοσι· καὶ τοῦ ποταμοῦ πέραν ἃς ἔναγχος ἐφυτεύσαμεν, ἕτεραι τοσαῦται· εἰσὶ δὲ γενναῖαι σφόδρα καὶ τοὺς βότρυς φέρουσι μεγάλους, ὅταν οἱ παριόντες ἐπαφῶσιν αὐτούς.
47
ἵνα δὲ μὴ πράγματα ἔχητε καθʼ ἕκαστον ἐρωτῶντες, ἐρῶ καὶ τἄλλα ἅ ἐστιν ἡμῖν· αἶγες ὀκτὼ θήλειαι, βοῦσκολοβή, μοσχάριον ἐξ αὐτῆς πάνυ καλόν, δρέπανα τέτταρα, δίκελλαι τέτταρες, λόγχαι τρεῖς, μάχαιραν ἡμῶν ἑκάτερος κέκτηται πρὸς τὰ θηρία. τὰ δὲ κεράμια σκεύη τί ἂν λέγοι τις; καὶ γυναῖκες ἡμῖν εἰσι καὶ τούτων τέκνα. οἰκοῦμεν δὲ ἐν δυσὶ σκηναῖς καλαῖς· καὶ τρίτην ἔχομεν, οὗ κεῖται τὸ σιτάριον καὶ τὰ δέρματα. νὴ Δία,εἶπεν ὁ ῥήτωρ, ὅπου καὶ τὸ ἀργύριον ἴσως κατορύττετε.
48
οὐκοῦν, ἔφην, ἀνάσκαψον ἐλθών, ὦ μῶρε. τίς δὲ κατορύττει ἀργύριον; οὐ γὰρ δὴ φύεταί γε. ἐνταῦθα πάντες ἐγέλων, ἐκείνου μοι δοκεῖν καταγελάσαντες. ταῦτα ἔστιν ἡμῖν· εἰ οὖν καὶ πάντα θέλετε, ἡμεῖς ἑκόντες ὑμῖν χαριζόμεθα, καὶ οὐδὲν ὑμᾶς ἀφαιρεῖσθαι δεῖ πρὸς βίαν ὥσπερ ἀλλοτρίων ἢ πονηρῶν·