15
οὐ μέντοι, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους. οὔτε γὰρ σὲ χείρονα νομίζω τοῦ Πηλέως οὔτε τῆς Φθίας ἀσθενεστέραν τὴν Μακεδονίαν οὔτε τὸν Ὄλυμπον ἀδοξότερον ὄρους τοῦ Πηλίου φαίην ἄν· ἀλλὰ μὴν οὐδὲ παιδείας φαυλοτέρας ἐπιτετύχηκα ὑπʼ Ἀριστοτέλους ἢ ἐκεῖνος ὑπὸ Φοίνικος τοῦ Ἀμύντορος, φυγάδος ἀνδρὸς καὶ διαφόρου τῷ πατρί. πρὸς δὲ αὖ τούτοις ὁ μὲν Ἀχιλλεὺς ὑπήκουεν ἑτέροις, καὶ πέμπεται μετὰ μικρᾶς δυνάμεως οὐ κύριος ἀλλʼ ἄλλῳ συστρατευσόμενος· ἐγὼ δὲ οὐκ ἄν ποτε ὑπὸ ἀνθρώπων οὐδενὸς βασιλευθείην.
16
καὶ ὁ Φίλιππος μικροῦ παροξυνθείς, Ἀλλʼ ὑπʼ ἐμοῦ γε βασιλεύῃ, ὦ Ἀλέξανδρε. οὐκ ἔγωγε, εἶπεν· οὐ γὰρ ὡς βασιλέως, ἀλλʼ ὡς πατρὸς ἀκούω σου. οὐ δήπου καὶ θεᾶς φήσεις μητρὸς γεγονέναι σεαυτόν, ὥσπερ ὁ Ἀχιλλεύς; εἶπεν ὁ Φίλιππος, ἢ Ὀλυμπιάδα συμβαλεῖν ἀξιοῖς Θέτιδι; καὶ ὁ Ἀλέξανδρος ἡσυχῇ μειδιάσας, Ἐμοὶ μέν, εἶπεν, ὦ πάτερ, ἀνδρειοτέρα δοκεῖ πασῶν τῶν Νηρηίδων.
17
ἐνταῦθα ὁ Φίλιππος γελάσας, Οὐκ ἀνδρειοτέρα μόνον, ἔφη, ὦ παῖ, ἀλλὰ καὶ πολεμικωτέρα. ἐμοὶ γοῦν οὐ παύεται πολεμοῦσα. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἅμα σπουδῇ ἐπαιξάτην. πάλιν δὲ ἤρετο αὐτὸν ὁ Φίλιππος, Ἀλλὰ τὸν Ὅμηρον οὕτω σφόδρα, ὦ Ἀλέξανδρε, θαυμάζων, πῶς ὑπερορᾷς αὐτοῦ τὴν σοφίαν; ὅτι, ἔφη, καὶ τοῦ Ὀλυμπίασι κήρυκος ἥδιστʼ ἂν ἀκούοιμι φθεγγομένου μέγα καὶ σαφές, οὐ μέντοι κηρύττειν ἐβουλόμην αὐτὸς ἑτέρους νικῶντας, ἀλλὰ πολὺ μᾶλλον κηρύττεσθαι.