29
εὐμαρῶς ἀπείρων πραγμάτων καὶ μνήμας καὶ ἐπινοίας παραλαμβάνοντες. πῶς οὖν ἀγνῶτες εἶναι ἔμελλον καὶ μηδεμίαν ἕξειν ὑπόνοιαν τοῦ σπείραντος καὶ φυτεύσαντος καὶ σῴζοντος καὶ τρέφοντος, πανταχόθεν ἐμπιμπλάμενοιτῆς θείας φύσεως διά τε ὄψεως καὶ ἀκοῆς συμπάσης τε ἀτεχνῶς αἰσθήσεως; νεμόμενοι μὲν ἐπὶ γῆς, ὁρῶντες δʼ ἐξ οὐρανοῦ φῶς,
30
τροφὰς δὲ ἀφθόνους ἔχοντες, εὐπορήσαντος καὶ προπαρασκευάσαντος τοῦ προπάτορος θεοῦ πρώτην μὲν τοῖς πρώτοις καὶ αὐτόχθοσι τὴν γεώδη, μαλακῆς ἔτι καὶ πίονος τῆς ἰλύος τότε οὔσης, ὥσπερ ἀπὸ μητρὸς τῆς γῆς λιχμωμένοις καὶ, καθάπερ τὰ φυτὰ νῦν, ἕλκουσι τὴν ἐξ αὐτῆς ἰκμάδα, δευτέραν δὲ τοῖς ἤδη προϊοῦσι καρπῶν τε αὐτομάτων καὶ πόας οὐ σκληρᾶς ἅμα δρόσῳ γλυκείᾳ καὶ νάμασι νυμφῶν ποτίμοις, καὶ δὴ καὶ τοῦ περιέχοντος ἠρτημένοι καὶ τρεφόμενοι τῇ διηνεκεῖ τοῦ πνεύματος ἐπιρροῇ, ἀέρα ὑγρὸν ἕλκοντες, ὥσπερ νήπιοι παῖδες, οὔποτε ἐπιλείποντος γάλακτος ἀεί σφισι θηλῆς ἐγκειμένης.
31
σχεδὸν γὰρ ἂν ταύτην δικαιότερον λέγοιμεν πρώτην τροφὴν τοῖς τε πρότερον καὶ τοῖς ὕστερον ἁπλῶς. ἐπειδὰν γὰρ ἐκπέσῃ τῆς γαστρὸς νωθρὸν ἔτι καὶ ἀδρανὲς τὸ βρέφος, δέχεται μὲν ἡ γῆ, ἡ τῷ ὄντι μήτηρ, ὁ δὲ ἀὴρ εἰσπνεύσας τε καὶ ψύξας εὐθὺς ἤγειρεν ὑγροτέρᾳ τροφῇ γάλακτος καὶ φθέγξασθαι παρέσχεν. ταύτην εἰκότως πρώτην λέγοιτʼ ἂν τοῖς γεννωμένοις ἡ φύσις ἐπισχεῖν θηλήν.