9
ἡ δὲ συμβουλεύει μὲν αὐτοῖς οὐδὲν ἔτι, ὀδύρεται δὲ μόνον. ἴσως οὖν παρειλήφατε ὑμεῖς λόγον τινὰ ἀληθῆ καὶ ξυμβουλὴν συμφέρουσαν, ἥντινα ξυνεβούλευσε φιλοσοφία τοῖς πρότερον Ἕλλησιν, ἣν οἱ τότε μὲν ἠγνόησαν καὶ ἠτίμασαν, οἱ δὲ νῦν ὑπομιμνήσκονται καί μοι προσίασι διὰ τὸ σχῆμα, φιλοσοφίαν τιμῶντες ὥσπερ τὴν γλαῦκα ἄφωνον τό γε ἀληθὲς καὶ ἀπαρρησίαστον οὖσαν. ἐγὼ μὲν γὰρ οὐδὲν αὑτῷ ξύνοιδα οὔτε πρότερον εἰπόντι σπουδῆς ἄξιον οὔτε νῦν ἐπισταμένῳ πλέον ὑμῶν.
10
ἀλλὰ εἰσὶν ἕτεροι σοφοὶ καὶ μακάριοι παντελῶς ἄνδρες, οὓς ὑμῖν ἐγώ, εἰ βούλεσθε, μηνύσω, ἕκαστον ὀνομαστὶ δεικνύμενος. καὶ γὰρ νὴ Δία τοῦτο μόνον οἶμαι χρήσιμον ἔχειν, τὸ γιγνώσκειν τοὺς σοφούς τε καὶ δεινοὺς καὶ πάντα ἐπισταμένους· οἷς ἐὰν ὑμεῖς ἐθέλητε ξυνεῖναι τἄλλα ἐάσαντες, καὶ γονεῖς καὶ πατρίδας καὶ θεῶν ἱερὰ καὶ προγόνων τάφους, ἐκείνοις ξυνακολουθοῦντες, ἔνθα ἂν ἄγωσιν ἢ καὶ μένοντές που καθιδρύωσιν, εἴτε εἰς τὴν Βαβυλῶνα ἐν τῇ Νίνου καὶ Σεμιράμιδος εἴτε ἐν Βάκτροις ἢ Σούσοις ἢ Παλιβόθροις ἢ ἄλλῃ τινὶ πόλει τῶν ἐνδόξων καὶ πλουσίων, χρήματα διδόντες ἢ καὶ ἄλλῳ τρόπῳ πείθοντες, εὐδαιμονέστεροι ἔσεσθε αὐτῆς τῆς εὐδαιμονίας.