84
κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ. τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον ἐκόλαζε καὶ ἀνῄρει παρά τε Ἕλλησι καὶ βαρβάροις· ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν. καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπωνσωτῆρα εἶναι, οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν· πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων ἤ σῦς ἄγριος; ἀλλʼ ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς, ἕως ἄν τυγχάνῃς βασιλεύων.
(2)περὶ ΒΑΣΙΛΕΙΑΣ β.
1
λέγεταί ποτε Ἀλέξανδρον τῷ πατρὶ Φιλίππῳ μειράκιον ὄντα διαλεχθῆναι περὶ Ὁμήρου μάλα ἀνδρείως καὶ μεγαλοφρόνως· οἱ δὲ αὐτοὶ λόγοι οὗτοι σχεδόν τι καὶ περὶ βασιλείας ἦσαν. ἐτύγχανε μὲν γὰρ ὁ Ἀλέξανδρος στρατευόμενος ἤδη μετὰ τοῦ πατρός, καίτοιτοῦ Φιλίππου κωλύοντος· ὁ δὲ οὐχ οἷός τʼ ἦν κατέχειν αὑτὸν, ὥσπερ οἱ γενναῖοι σκύλακες οὐχ ὑπομένουσιν ἀπολείπεσθαι τῶν ἐπὶ θήραν ἐξιόντων, ἀλλὰ ξυνέπονται πολλάκις ἀπορρήξαντες τὰ δεσμά.
2
ἐνίοτε μὲν οὖν ταράττουσιν ἐν τῷ ἔργῳ διὰ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν φθεγγόμενοι πρὸ τοῦ καιροῦ καὶ τὸ θηρίονἀνιστάντες· ἐνίοτέ γε μὴν εἷλον αὐτοὶ προπηδήσαντες. τοιαῦτα ἐκεῖνος ἔπασχε τὸ πρῶτον, ὥστε καὶ τῆς ἐν Χαιρωνείᾳ μάχης τε καὶ νίκης φασὶν αὐτὸν αἴτιον γενέσθαι, τοῦ πατρὸς ὀκνοῦντος τὸν κίνδυνον. τότε δʼ οὖν ἀπὸ στρατείας ἥκοντες ἐν Δίῳ τῆς Πιερίας ἔθυον ταῖς Μούσαις, καὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἐτίθεσαν, ὅν φασιν ἀρχαῖον εἶναι παρʼ αὐτοῖς.