2
πῶς δὲ οὐ τὸν ταῶ μᾶλλον ὁρῶντα θαυμάζει, καλὸν οὕτω καὶ ποικίλον, ἔτι δὲ αὐτὸν ἐπαιρόμενον καὶ ἐπιδεικνύντα τὸ κάλλος τῶν πτερῶν, ὅταν ἁβρύνηται πρὸς τὴν θήλειαν, ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν ὥσπερ εὐειδὲς ἄντρον ἤ τινα γραφῇ μιμηθέντα οὐρανὸν ποικίλον ἄστροις, σύν γε τῷ λοιπῷ σώματι θαυμαστόν, ἐγγύτατα χρυσοῦ κυάνῳ κεκραμένου, καὶ δὴ ἐν ἄκροις τοῖς πτεροῖς οἷον ὀφθαλμῶν ἐνόντων ἤ τινων δακτυλίων τό τε σχῆμα καὶ κατὰ τὴν ἄλλην ὁμοιότητα;
3
εἰ δʼ αὖ τις ἐθέλοι σκοπεῖν τῆς πτερώσεως τὸ κοῦφον, ὡς μὴ χαλεπὸν εἶναι μηδὲ δύσφορον διὰ τὸ μῆκος, ἐν μέσῳ μάλα ἥσυχον καὶ ἀτρεμοῦντα παρέχει θεάσασθαι ἑαυτόν, ὥσπερ ἐν πομπῇ περιστρεφόμενος, ὅταν δὲ βουληθῇ ἐκπλῆξαι, σείων τὰ πτερὰ καί τινα ἦχον οὐκ ἀηδῆ ποιῶν, οἷον ἀνέμου κινήσαντος οὐ πολλοῦ πυκνήν τινα ὕλην. ἀλλʼ οὔτε τὸν ταῶ πάντα ταῦτα καλλωπιζόμενον τὰ ὄρνεα βούλεται ὁρᾶν οὔτε τῆς ἀηδόνος ἀκούοντα τῆς φωνῆς ἕωθεν ἐπορθρευομένης οὐδὲν πάσχει πρὸς αὐτήν,
4
ἀλλʼ οὐδὲ τὸν κύκνον ἀσπάζεται διὰ τὴν μουσικήν, οὐδὲ ὅταν ὑμνῇ τὴν ὑστάτην ᾠδήν ἅτε εὐγήρως, ὑπὸ ἡδονῆς τε καὶ λήθης τῶν ἐν τῷ βίῳ χαλεπῶν εὐφημῶν ἅμα καὶ προπέμπων ἀλύπως αὑτόν, ὡς ἔοικε, πρὸς ἄλυπον τὸν θάνατον· οὔκουν οὐδὲ τότε ἀθροίζεται κηλούμενα τοῖς μέλεσι πρὸς ὄχθην ποταμοῦ τινος ἢ λειμῶνα πλατὺν ἢ καθαρὰν ᾐόνα λίμνης ἤ τινα σμικρὰν εὐθαλῆ ποταμίαν νησῖδα.