148
τοῦτο δὲ τὸ στρατήγημα παρὰ πολλοῖς ἐστιν. ἐγὼ γοῦν ἀνδρὸς ἤκουσα Μήδου λέγοντος ὅτι οὐδὲν ὁμολογοῦσιν οἱ Πέρσαι τῶν παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ Δαρεῖον μέν φασιν ἐπὶ Νάξον καὶ Ἐρέτριαν πέμψαι τοὺς περὶ Δᾶτιν καὶ Ἀρταφέρνην, κἀκείνους ἑλόντας τὰς πόλεις ἀφικέσθαι παρὰ βασιλέα. ὁρμούντων δὲ αὐτῶν περὶ τὴν Εὔβοιαν ὀλίγας ναῦς ἀποσκεδασθῆναι πρὸς τὴν Ἀττικήν, οὐ πλείους τῶν εἴκοσι, καὶ γενέσθαι τινὰ μάχην τοῖς ναύταις πρὸς τοὺς αὐτόθεν ἐκ τοῦ τόπου.
149
μετὰ δὲ ταῦτα Ξέρξην ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντα Λακεδαιμονίους μὲν νικῆσαι περὶ Θερμοπύλας καὶ τὸν βασιλέα αὐτῶν ἀποκτεῖναι Λεωνίδην, τὴν δὲ τῶν Ἀθηναίων πόλιν ἑλόντα κατασκάψαι, καὶ ὅσοι μὴ διέφυγον ἀνδραποδίσασθαι. ταῦτα δὲ ποιήσαντα καὶ φόρους ἐπιθέντα τοῖς Ἕλλησιν εἰς τὴν Ἀσίαν ἀπελθεῖν. ὅτι μὲν οὖν ψευδῆ ταῦτά ἐστιν οὐκ ἄδηλον, ὅτι δὲ εἰκὸς ἦν τὸν βασιλέα κελεῦσαι στρατεῦσαι τοῖς ἄνω ἔθνεσιν οὐκ ἀδύνατον, ἵνα μὴ θορυβῶσιν. εἰ δὴ καὶ Ὅμηρος ἐποίει τοῦτο, συγγιγνώσκειν ἄξιον.
150
ἴσως ἂν οὖν εἴποι τις ἀνήκοος, Οὐκ ὀρθῶς Ἕλληνας καθαιρεῖς. ἀλλʼ οὐδὲν ἔστιν ἔτι τοιοῦτον, οὐδὲ ἔστι δέος μή ποτε ἐπιστρατεύσωνται ἐπὶ τὴν Ἑλλάδα τῶν ἐκ τῆς Ἀσίας τινές· ἥ τε γὰρ Ἑλλὰς ὑφʼ ἑτέροις ἐστὶν ἥ τε Ἀσία. τὸ δὲ ἀληθὲς οὐκ ὀλίγου ἄξιον. πρὸς δὲ τούτοις, εἰ ᾔδειν ὅτι πείσω ταῦτα λέγων, ἴσως ἂν ἐβουλευσάμην εἰπεῖν. ὅμως δὲ μείζω καὶ δυσχερέστερα ὀνείδη φημὶ τῶν Ἑλλήνων ἀφελεῖν.