129
ταῦτα οὐκ ἐνυπνίοις ἐοικότα τῷ ὄντι καὶ ἀπιθάνοις ψεύσμασιν; ἐν γὰρ τοῖς ὅρῳ γεγραμμένοις ὀνείρασιν οἱ ἄνθρωποι τοιαύτας ὄψεις ὁρῶσι, νῦν μὲν δοκοῦντες ἀποθνῄσκειν καὶ σκυλεύεσθαι, πάλιν δὲ ἀνίστασθαι καὶ μάχεσθαι γυμνοὶ ὄντες, ἐνίοτε δὲ οἰόμενοι διώκειν καὶ τοῖς θεοῖσδιαλέγεσθαι καὶ αὑτοὺς ἀποσφάττειν καὶ μηδενὸς δεινοῦ ὄντος, καὶ οὕτως, εἰ τύχοι ποτέ, πέτεσθαι καὶ βαδίζειν ἐπὶ τῆς θαλάττης. ὥστε καὶ τὴν Ὁμήρου ποίησιν ὀρθῶς ἄν τινα εἰπεῖν ἐνύπνιον, καὶ τοῦτο ἄκριτον καὶ ἀσαφές.
130
ἄξιον δὲ κἀκεῖνο ἐνθυμηθῆναι πρὸς τοῖς ὁμολογουμένοις. ὁμολογοῦσι γὰρ ἅπαντες τοὺς Ἀχαιοὺς ἐκ τῆς Ἀσίας ἀναχθῆναι χειμῶνος ἤδη, καὶ διὰ τοῦτο ἀπολέσθαι τὸ πλέον τοῦ στόλου περὶ τὴν Εὔβοιαν· ἔτι δὲ μὴ κατὰ ταὐτὸ πλεῖν ἅπαντας, ἀλλὰ στασιάσαι τὸ στράτευμα καὶ τοὺς Ἀτρείδας, καὶ τοὺς μὲν Ἀγαμέμνονι, τοὺς δὲ Μενελάῳ προσθέσθαι, τοὺς δὲ καθʼ αὑτοὺς ἀπελθεῖν, ὧν καὶΌμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. τοὺς μὲν γὰρ εὖ πράττοντας ὁμονοεῖν εἰκὸς καὶ τῷ βασιλεῖ τὸ πλεῖστον ὑποτάττεσθαι, καὶ τὸν Μενέλαον μὴ διαφέρεσθαι πρὸς τὸν ἀδελφὸν παραχρῆμα τῆς εὐεργεσίας· τοῖς δὲ ἡττημένοις καὶ κακῶς πράττουσιν ἅπαντα ταῦτα ἀνάγκη συμβαίνειν.