121
περὶ δὲ τῶν χρημάτων κατεγέλα· μὴ γὰρ εἶναι χρήματα τοῖς Ἕλλησιν, ἀλλὰ καὶ νῦν τοὺς πολλοὺς ἑκόντας στρατεύεσθαι διὰ τὴν οἴκοι πενίαν. ταῦτα δὲ ἔλεγεν ἀποτρέπων αὐτοὺς τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας. εἰ δὲ δέοι τινα δίκην γενέσθαι τοῦ εὐπρεποῦσχάριν, αὐτὸς εὑρεῖν. καταλείψειν γὰρ αὐτοὺς ἀνάθημα κάλλιστον καὶ μέγιστον τῇ Ἀθηνᾷ καὶ ἐπιγράψειν, Ἱλαστήριον Ἀχαιοὶ τῇ Ἀθηνᾷ τῇ Ἰλιάδι. τοῦτο γὰρ φέρειν μεγάλην τιμὴν ἐκείνοις· καθʼ ἑαυτῶν δὲ γίγνεσθαι μαρτύριον ὡς ἡττημένων.
122
παρεκάλει δὲ καὶ τὴν Ἑλένην ὑπὲρ τῆς εἰρήνης συλλαμβάνειν. ἡ δὲ συνέπραττεπροθύμως· ἤχθετο γὰρ ὅτι διʼ αὐτὴν οἱ Τρῶες ἐδόκουν πολλὰ κακὰ πάσχειν. καὶ ποιοῦνται τὰς διαλύσεις, καὶ σπονδαὶ γίγνονται τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς· Ὅμηρος δὲ καὶ τοῦτο μετήνεγκεν ἐπὶ τὸ ψεῦδος, εἰδὼς γενόμενον· ἀλλʼ ἔφη τοὺς Τρῶας συγχέαι τὰς σπονδάς· ὤμοσάν τε ἀλλήλοις ὅ τε Ἕκτωρ καὶ Ἀγαμέμνων καὶτῶν ἄλλων οἱ δυνατοὶ μήτε τοὺς Ἕλληνάς ποτε στρατεύσειν εἰς τὴν Ἀσίαν, ἕως ἂν ἄρχῃ τὸ Πριάμου γένος, μήτε τοὺς Πριαμίδας εἰς Πελοπόννησον ἢ Βοιωτίαν ἢ Κρήτην ἢ Ἰθάκην ἢ Φθίαν ἢ Εὔβοιαν.
123
ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν· περὶ δὲ τῶν ἄλλων οὐκ ἐβούλοντο ὀμνύειν οἱ Τρῶες οὐδὲ τοῖς Ἀτρείδαις ἔμελε. τούτων δὲ ὀμοσθέντων, ὅ τε ἵππος ὑπὸ τῶν Ἀχαιῶν ἐτελέσθη, μέγα ἔργον, καὶ ἀνήγαγον αὐτὸν οἱ Τρῶες πρὸς τὴν πόλιν καὶ τῶν πυλῶν οὐ δεχομένων, μέρος τι τοῦ τείχους καθεῖλον· ὅθεν γελοίως ἐλέχθη τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου. καὶ τὸ στράτευμα ᾤχετο ὑπόσπονδον τούτῳ τῷ τρόπῳ. τὴν δὲ Ἑλένην ὁ Ἕκτωρ συνῴκισε Δηιφόβῳ, ὃς ἦν μετʼ ἐκεῖνον τῶν ἀδελφῶν ἄριστος.