114
διὰ τοῦτο οὖν ἀναγκαῖον ἦν μένειν ὥσπερ κατʼ ἀρχὰς λῃστεύοντας, εἴ πως τῷ Πάριδι κάμνοντι διαλλάξειαν αὑτοὺς καὶ πρὸς φιλίαν πράξαντες ἀπελθεῖν. ὡς δὲ ἔκριναν ταῦτα, καὶ ἐποίουν πέραν μένοντες. κἀνταῦθα τοῖς Τρωσὶν ἐπῆλθον ἐκ μὲν Αἰθιοπίας Μέμνων, αἱ δὲ Ἀμαζόνες ἐκ τοῦ Πόντου βοηθοὶ καὶ ἄλλο πλῆθος ἐπικούρων, ὡς εὐτυχοῦντας ἐπυνθάνοντο τὸν Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς Ἀχαιοὺς ὅσον οὔπω διεφθαρμένους πάντας, οἱ μέν τινες κατʼ εὔνοιαν, οἱ δὲ καὶ φόβῳ τῆς δυνάμεως· οὐ γὰρ τοῖς ἡττημένοις οὐδὲ τοῖς κακῶς πράττουσιν, ἀλλὰ τοῖς νικῶσι καὶ τοῖς περιγενομένοις ἀπάντων πάντες ἐθέλουσι βοηθεῖν.
115
μετεπέμψαντο δὲ καὶ οἱ Ἀχαιοὶ παρʼ αὑτῶν εἴ τινα ἐδύναντο ὠφέλειαν· τῶν μὲν γὰρ ἔξωθεν οὐδὲν οὐδεὶς ἔτι προσεῖχεν αὐτοῖς· ἀλλὰ Νεοπτόλεμόν τε τὸν Ἀχιλλέως κομιδῇ νέον ὄντα καὶ Φιλοκτήτην ὑπεροφθέντα πρότερον διὰ τὴν νόσον, καὶ τοιαύτας βοηθείας οἴκοθεν ἀσθενεῖς καὶ ἀπόρους. ὧν ἀφικομένων μικρὸν ἀναπνεύσαντες πάλιν διέπλευσαν εἰς τὴν Τροίαν, καὶ περιεβάλοντο τεῖχος ἕτερον πολὺ ἔλαττον, οὐκ ἐν ᾧ πρότερον τόπῳ παρὰ τὸν αἰγιαλόν, ἀλλὰ τὸ ὑψηλὸν αὐτοῦ καταλαβόντες.