111
Ἀχιλλέως τελευτήσαντος ὑπὸ Ἕκτορος ἐν τῇ βοηθείᾳ τῶν νεῶν, οἱ μὲν Τρῶες, ὥσπερ καὶ πρότερον, ἐπηυλίσθησαν ἐγγὺς τῶν νεῶν, ὡς φυλάξοντες τοὺς Ἀχαιούς· ὑπώπτευον γὰρ αὐτοὺς ἀποδράσεσθαι τῆς νυκτός· ὁ δὲ Ἕκτωρ ἀνεχώρησεν εἰς τὴν πόλιν παρά τε τοὺς γονέας καὶ τὴν γυναῖκα, χαίρων τοῖς πεπραγμένοις, ἐπὶ τοῦ στρατεύματος καταλιπὼν Πάριν.
112
ὁ δʼ αὐτός τε καὶ τῶν Τρώων τὸ πλῆθος ἐκάθευδεν, ὡς εἰκὸς ἦν κεκοπωμένους καὶ μηδὲν προσδεχομένους κακόν, ἔτι δὲ παντελοῦς εὐπραγίας οὔσης. ἐν τούτῳ δὴ Ἀγαμέμνων μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους βουλευσάμενος σιωπῇ καθείλκυσαν τῶν νεῶν τὰς πολλάς, ὁρῶντες ὅτι καὶ τῇ προτεραίᾳ μικροῦ διεφθάρησαν, ὡς μηδὲ φυγὴν ἔτι εἶναι, καὶ μέρος οὐκ ὀλίγον ἦν ἐμπεπρησμένον αὐτῶν, ἀλλʼ οὐ μία ναῦς ἡ Πρωτεσιλάου· ταῦτα δὲ ποιήσαντες ἀπέπλευσαν εἰς τὴν Χερρόνησον, τῶν αἰχμαλώτων πολλὰ καταλιπόντες καὶ τῶν ἄλλων οὐκ ὀλίγα κτημάτων.
113
ἅμα δὲ τῆ ἡμέρᾳ φανεροῦ γενομένου τοῦ πράγματος, ὁ μὲν Ἕκτωρ ἠγανάκτει καὶ βαρέως ἔφερε καὶ τὸν Ἀλέξανδρον ἐλοιδόρει· τοὺς γὰρ πολεμίους αὐτὸν ἐκ τῶν χειρῶν ἀφεῖναι· τὰς δὲ σκηνὰς ἐνέπρησαν οἱ Τρῶες καὶ διήρπαζον τὰ καταλειφθέντα. τοῖς δὲ Ἀχαιοῖς ἐν τῷ ἀσφαλεῖ βουλευομένοις· οὐ γὰρ εἶχον οἱ περὶ τὸν Ἕκτορα ναυτικὸν ἕτοιμον, ὥστε διαβαίνειν ἐπʼ αὐτούς· ἐδόκει μὲν ἀπιέναι πᾶσι, πολλοῦ πλήθους ἀπολωλότος καὶ τῶν ἀρίστων ἀνδρῶν· κίνδυνος δὲ ἦν μὴ ναῦς ποιησάμενοι παραχρῆμα ἐπιπλεύσωσιν ἐπὶ τὴν Ἑλλάδα.