104
τοῦτο δὲ ἐπεὶ ἀδύνατον ἑώρα, τῆς φήμης ἐπικρατούσης καὶ τοῦ τάφου δεικνυμένου, τό γε ὑφʼ Ἕκτορος αὐτὸν ἀποθανεῖν ἀφείλετο καὶ τοὐναντίον ἐκεῖνον ὑπὸ τοῦ Ἀχιλλέως ἀναιρεθῆναί φησιν, ὃς τοσοῦτον ὑπερεῖχε τῶν ἀνθρώπων ἁπάντων καὶ προσέτι αἰκισθῆναι τὸν νεκρὸν αὐτοῦ καὶ συρῆναι μέχρι τῶν τειχῶν.
105
πάλιν δὲ εἰδὼς τάφον ὄντα τοῦ Ἕκτορος καὶ τιμώμενον αὐτὸν ὑπὸ τῶν πολιτῶν, ἀποδοθῆναι αὐτὸν λέγει κελεύσαντος τοῦ Διὸς λύτρων δοθέντων, τέως δὲ τὴν Ἀφροδίτην ἐπιμεληθῆναι καὶ τὸν Ἀπόλλω τοῦ διαμεῖναι τὸν νεκρόν. οὐκ ἔχων δὲ ὅ,τι ποιήσῃ τὸν Ἀχιλλέα, ἐπεὶ ἔδει αὐτὸν ὑπὸ τῶν Τρώων τινὸς ἀνῃρῆσθαι· οὐ γὰρ δὴ καὶ τοῦτον ἔμελλεν, ὥσπερ καὶ τὸν Αἴαντα, ὑφʼ ἑαυτοῦ ἀποθανόντα ποιεῖν, φθονῶν τῆς δόξης τῷ ἀνελόντι· τὸν Ἀλέξανδρόν φησιν ἀποκτεῖναι αὐτόν, ὃν πεποίηκε τῶν Τρώων κάκιστον καὶ δειλότατον καὶ ὑπὸ τοῦ Μενελάου μικροῦ δεῖν ζωγρηθέντα, γρηθέντα, ὃν λοιδορούμενον ἀεὶ πεποίηκεν, ὡς μαλθακὸν αἰχμητὴν καὶ ἐπονείδιστον ἐν τοῖς Ἕλλησι.