101
καὶ τί ἦν ἐμποδὼν αὐτὸν προελθόντα ἐφʼ ὅσον ἐβούλετο πάλιν μηνίειν; ξυνεὶς δὲ τῆς τοιαύτης ἀλογίας αἰνίττεται διὰ πρόρρησίν τινα μένειν αὐτόν, ὡς, εἰ ἐξῄει, πάντως ἀποθανούμενον, ἄντικρυς αὐτοῦ κατηγορῶν δειλίαν· καίτοι ἐξῆν αὐτῷ διὰ ταύτην τὴν πρόρρησιν ἀποπλεῦσαι διενεχθέντα πρὸς τὸν Ἀγαμέμνονα. οὐ μέντοι ἀλλὰ καὶ περὶ τοῦ Πατρόκλου ἐτύγχανεν ἀκηκοὼς τῆς μητρός, ὅν φησιν ἐν ἴσῳ τῇ ἑαυτοῦ κεφαλῇ τιμᾶν καὶ μηδὲ αὐτὸς ἔτι βούλεσθαι ζῆν ἐκείνου ἀποθανόντος.
102
ὡς δὲ ἑώρα αὐτὸν οὐ δυνάμενον βαστάσαι τὸ δόρυ τὰ ἄλλα ἐδίδου δῆλον ὅτι προσεοικότα τῷ δόρατι, καὶ οὐκ ἐφοβεῖτο μὴ οὐ δύνηται φέρειν αὐτά· ὥσπερ οὖν καί φησι συμβῆναι περὶ τὴν μάχην. ἀλλὰ γὰρ εἴ τις ἅπαντα ἐλέγχοι, πολὺ ἂν ἔργον εἴη. τὸ γὰρ ψεῦδος ἐξ αὑτοῦ φανερόν ἐστι τοῖς προσέχουσιν· ὥστε οὐδενὶ ἄδηλον καὶ τῶν ὀλίγον νοῦν ἐχόντων ὅτι σχεδὸν ὑπόβλητός ἐστιν ὁ Πάτροκλος καὶ τοῦτον ἀντήλλαξεν Ὅμηρος τοῦ Ἀχιλλέως, βουλόμενος τὸ κατʼ ἐκεῖνον κρύψαι.
103
ὑφορώμενος δὲ μή τις ἄρα καὶ τοῦ Πατρόκλου ζητῇ τάφον· ὥσπερ οἶμαι καὶ τῶν ἄλλων ἀριστέων τῶν ἀποθανόντων ἐν Τροίᾳ φανεροί εἰσιν οἱ τάφοι· διὰ τοῦτο προκαταλαμβάνων οὐκ ἔφη τάφον αὐτοῦ γενέσθαι καθʼ αὑτόν, ἀλλὰ μετὰ τοῦ Ἀχιλλέως τεθῆναι. καὶ Νέστωρ μὲν οὐκ ἠξίωσε μετʼ Ἀντιλόχου ταφῆναι διʼ αὐτὸν ἀποθανόντος, οἴκαδε τὰ ὀστᾶ κομίσας· τὰ δὲ τοῦ Ἀχιλλέως ὀστᾶ ἀνεμίχθη τοῖς τοῦ Πατρόκλου; μάλιστα μὲν οὖν ἐβούλετο Ὅμηρος ἀφανίσαι τὴν τοῦ Ἀχιλλέως τελευτὴν ὡς οὐκ ἀποθανόντος ἐν Ἰλίῳ.