94
συμπεσόντων δὲ καὶ μαχομένων πάλιν, τὸν Ἀχιλλέα κάλλιστα ἀγωνίσασθαι μετὰ τῶν αὑτοῦ, καὶ πολλοὺς ἀποκτεῖναι τῶν Τρώων καὶ τῶν ἐπικούρων, ἄλλους τε καὶ τὸν Σαρπηδόνα τὸν τοῦ Διὸς υἱὸν λεγόμενον εἶναι, βασιλέα Λυκίων· καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν ἀποχωρούντων γενέσθαι φόνον πολύν, οὐ μέντοι προτροπάδην φεύγειν αὐτούς, ἀλλὰ πολλὰς ἑκάστοτε ὑποστροφὰς γίγνεσθαι.
95
τὸν δὲ Ἕκτορα ἐν τούτῳ παραφυλάττειν, ἐμπειρότατον ὄντα καιρὸν μάχης ξυνεῖναι, καὶ μέχρι μὲν ἤκμαζεν ὁ Ἀχιλλεὺς καὶ νεαλὴς ὢν ἐμάχετο, μὴ ξυμφέρεσθαι αὐτῷ, μόνον δὲ τοὺς ἄλλους παρακαλεῖν· ἐπεὶ δʼ ᾐσθάνετο κάμνοντα ἤδη καὶ πολὺ τῆς πρότερον ὑφεικότα ὁρμῆς, ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι, καὶ ὑπὸ τοῦ ποταμοῦ κοπωθέντα μείζονος ἐρρυηκότος ἀπείρως διαβαίνοντα, καὶ ὑπό τε Ἀστεροπαίου τοῦ Παίονος ἑώρα τετρωμένον, Αἰνείαν τε συστάντα αὐτῷ καὶ μαχεσάμενον ἐπὶ πλέον, ὁπότε δὲ ἐβουλήθη ἀσφαλῶς ἀποχωρήσαντα, Ἀγήνορα δὲ οὐ καταλαβόντα ὁρμήσαντα διώκειν· καίτοι τούτῳ μάλιστα προεῖχεν ὁ Ἀχιλλεὺς ὅτι ἐδόκει τάχιστος εἶναι·