73
οὐ γὰρ δὴ Νέστορος παλαιότερος ἦν οὐδὲ Φοίνικος, οὐδὲ μᾶλλον ἐκείνους προσῆκον ἦν ἀγανακτεῖν ἢ τὸν πατέρα αὐτόν. ἀλλʼ οὔτε αὐτὸς οὔτε οἱ παῖδες ἧκον οὐδὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς στρατείας. ἑκόντες γὰρ αὐτοὶ τὴν Ἑλένην ἐξέδωκαν, προκρίναντεστῶν ἄλλων μνηστήρων τὸν Ἀλέξανδρον διὰ μέγεθος τῆς ἀρχῆς καὶ ἀνδρείαν· οὐδενὸς γὰρ ἦν χείρων τὴν ψυχήν. οὔτε οὖν ἐκεῖνοι ἀφίκοντο πολεμήσοντες οὔτε Λακεδαιμονίων οὐδείς, ἀλλὰ καὶ τοῦτο ψεῦδός ἐστιν ὅτι Μενέλαος ἦγε Λακεδαιμονίους καὶ τῆς Σπάρτης ἐβασίλευε Τυνδάρεω ζῶντος ἔτι.
74
καὶ γὰρ ἦν δεινόν, εἰ Νέστωρμὲν μήτε πρότερον μήτε ὕστερον ἐλθὼν ἀπʼ Ἰλίου παρεχώρησε τοῖς υἱοῖς τῆς βασιλείας καὶ τῆς ἀρχῆς διὰ γῆρας, Τυνδάρεως δὲ Μενελάῳ ἐξέστη. φαίνεται γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν ἔχοντα. ἐπεὶ δʼ οὖν ἦλθον οἱ Ἀχαιοί, τὸ μὲν πρῶτον εἴργοντο τῆς γῆς, καὶ Πρωτεσίλαός τε ἀποθνῄσκει βιαζόμενος ἀποβῆναι καὶ πολλοὶ τῶν ἄλλων, ὥστε διέπλευσαν εἰς τὴν Χερρόνησον, ὑποσπόνδους τοὺς νεκροὺς ἀνελόμενοι, κἀκεῖ θάπτουσι τὸν Πρωτεσίλαον. ἔπειτα περιπλέοντες ἀπέβαινον εἰς τὴν χώραν καὶ τῶν πολισμάτων τινὰ ἐπόρθουν.
75
ὁ δὲ Ἀλέξανδρος μετὰ τοῦ Ἕκτορος τὸν μὲν ὄχλον συνῆγεν ἅπαντα τὸν ἐκ τῆς χώρας εἰς τὸ ἄστυ, τὰσδὲ μικρὰς πόλεις εἴων τὰς πρὸς τῇ θαλάττῃ διὰ τὸ μὴ δύνασθαι πανταχοῦ βοηθεῖν. πάλιν δὲ καταπλεύσαντες εἰς τὸν Ἀχαιῶν λιμένα νυκτὸς ἔλαθον ἀποβάντες, καὶ ναύσταθμον περιεβάλοντο καὶ τάφρον ὤρυξαν φοβούμενοι τὸν Ἕκτορα καὶ τοὺς Τρῶας, καὶ μᾶλλον ὡς αὐτοὶ πολιορκησόμενοι παρεσκευάζοντο.