55
εἰ δὲ ὁ Ἀλέξανδρος ἐνεθυμήθη, πῶς ὅ τε πατὴρ ἐπέτρεψεν οὐκ ὢν ἀνόητος, ἀλλὰ καὶ σφόδρα δοκῶν νοῦν ἔχειν, ἥ τε μήτηρ; πῶς δὲ εἰκὸς τὸν Ἕκτορα ὕστερον μὲν ὀνειδίζειν καὶ λοιδορεῖσθαι αὐτῷ περὶ τῆς ἁρπαγῆς, ὥς φησιν Ὅμηρος· λέγει γὰρ οὕτως· Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά, αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι. οὐ γάρ τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτʼ ἐν κονίῃσι μιγείης·
56
ἐξ ἀρχῆς δὲ πράττοντι συγχωρῆσαι ταῦτα; ὅ τε Ἕλενος πῶς οὐ προέλεγε μάντις ὤν, ἥ τε Κασσάνδρα θεοφορουμένη, πρὸς δὲ τούτοις ὁ Ἀντήνωρ δοκῶν φρονεῖν, ἀλλʼ ὕστερον ἠγανάκτουν καὶ ἐπέπληττον ἐπὶ πεπραγμένοις, ἐξὸν ἀφʼ ἑστίας κωλύειν; ἵνα δὲ εἰδῇς τὴν ὑπερβολὴν τῆς ἠλιθιότητος καὶ ὡς τὰ ψευδῆ ἀλλήλοις μάχεται· λέγουσι γὰρ ὡς πρὸ ὀλίγων ἐτῶν Ἡρακλῆς πεπορθήκει τὴν πόλιν διὰ μικρὰν πρόφασιν, ὀργισθεὶς ὑπὲρ ἵππων, ὅτι ὑποσχόμενος αὐτῷ δώσειν ὁ Λαομέδων ψεύσαιτο.