52
ἔφη γὰρ ὁ Τυνδάρεως ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι· καὶ ἅμα ἐδίδασκεν ὅτι οὐδὲ συμφέροι τὸν ἀδελφὸν αὐτοῦ τυγχάνειν τῶν· οὕτω γὰρ μᾶλλον ἐπιβουλεύσειν· οὐδὲ γὰρ Ἀτρεῖ Θυέστην εὔνουν γενέσθαι. μάλιστα δʼ ἔπειθε λέγων αὐτὸν ὅτι οὐκ ἀνέξονται οἱ ἄλλοι μνηστῆρες τῶνἙλλήνων ἀποτυχόντες, οὔτε Διομήδης οὔτε Ἀντίλοχος οὔτε Ἀχιλλεύς, ἀλλὰ πολεμήσουσι· καὶ ὅτι κινδυνεύσει τοὺς δυνατωτάτους ποιῆσαι τῶν Ἑλλήνων πολεμίους.
53
κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων· κύριον γὰρ εἶναι τῆς αὑτοῦ θυγατρός· καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου καὶ χαρᾶς· καὶ τόν τε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ θυσιῶν καὶ εὐχῶν.
54
σκόπει δέ, ἔφη, τὴν εὐήθειαν τοῦ ἐναντίου λόγου, εἴ σοι δοκεῖ δυνατὸν εἶναι πρῶτον μὲν ἐρασθῆναί τινα γυναικός, ἣν οὐπώποτε εἶδεν· ἔπειτα καὶ πεῖσαι καταλιποῦσαν τὸν ἄνδρα καὶ τὴν πατρίδα καὶ πάντας τοὺς ἀναγκαίους, ἔτι δὲ οἶμαι θυγατρίου γεγονυῖαν μητέρα, συνακολουθῆσαι ἀνδρὶ ἀλλοφύλῳ. διὰ ταύτην γὰρ τὴν ἀλογίαν συνέπλασαν τὸν περὶ τῆς Ἀφροδίτης μῦθον πολὺ τούτων ἀποπληκτότερον.