27
ὅθεν οὐδὲ τῇ φωνῇ μέγα λέγουσιν οἱ ψευδόμενοι, ὅταν ἐπὶ τοῦτο ἔλθωσιν· οἱ δέ τινες αὐτῶν βατταρίζουσι καὶ ἀσαφῶς λέγουσιν· οἱ δὲ οὐχ ὡς αὐτοί τι εἰδότες, ἀλλʼ ὡς ἑτέρων ἀκούσαντες. ὃς δʼ ἂνἀληθὲς λέγῃ τι, θαρρῶν καὶ οὐδὲν ὑποστελλόμενος λέγει. οὔτε οὖν τὰ περὶ τὴν ἁρπαγὴν τῆς Ἑλένης Ὅμηρος εἴρηκεν ἐκ τοῦ εὐθέος οὐδὲ παρρησίαν ἄγων ἐπʼ αὐτοῖς οὔτε τὰ περὶ τῆς ἁλώσεως τῆς πόλεως. καίτοι γάρ, ὡς ἔφην, ἀνδρειότατος ὢν ὑποκατεκλίνετο καὶ ἡττᾶτο, ὅτι ᾔδει τἀναντία λέγων τοῖς οὖσι καὶ τὸ κεφάλαιον αὐτὸ τοῦ πράγματος ψευδόμενος.
28
ἢ πόθεν μᾶλλον ἄρξασθαι ἔπρεπεν ἢ ἀπʼ αὐτοῦ τοῦ ἀδικήματος καὶ τῆς ὕβρεως τοῦ Ἀλεξάνδρου, δι’ ἣν συνέστη ὁ πόλεμος, ἐπειδὴ συνωργίζοντο ἂν πάντες οἱ τῇ ποιήσει ἐντυγχάνοντες καὶ συνεφιλονίκουν ὑπὲρ τοῦ τέλους καὶ μηδεὶς ἠλέει τοὺς Τρῶας ἐφʼ οἷς ἔπασχον· οὕτω γὰρ εὐνούστερον καὶ προθυμότερον ἕξειν ἔμελλε τὸν ἀκροατήν.