19
ἢ οὐκ οἶσθα τοὺς μέν τινας ὠφελημένους, τοὺς δὲ καὶ βεβλαμμένους ἀπό τε προβατείας καὶ ὀνηλασίας; ἔγωγε. πότερον δι’ ἄλλο τι ἢ διότι ἀνάγκη τοὺς μὲν ἀπείρους ζημιοῦσθαι, τοὺς δὲ εἰδότας ὀνίνασθαι καὶ ἀπὸ ὄνων καὶ ἀπὸ συῶν καὶ ἀπὸχηνῶν καὶ ἀπὸ ἄλλου ζῴου παντός; ἔοικε. τί δέ; οὐκ ἐπὶ τοῖς σκεύεσιν ὁ αὐτὸς λόγος; ἀλλὰ κιθάρᾳ χρήσαιτο ἂν ὁ ἄμουσος, ἢ ἐπιχειρῶν οὐκ ἂν εἴη καταγέλαστος, πρὸς τῷ μηδὲν ἐργάζεσθαι καὶ τὴν κιθάραν διαφθείρων καὶ ἀπορρηγνὺς τοὺς φθόγγους; τί δέ;
20
εἴ τις αὐλοῖς οὐκ ὢν αὐλητικὸς ἐθέλοι χρῆσθαι καὶ παριὼνεἰς τὰ θέατρα αὐλεῖν, οὐκ αὐτός τε δώσει δίκην βαλλόμενος καὶ τοὺς αὐλοὺς ἂν προσέτι συντρίψειεν; ὃς δʼ ἂν ἐπιχειρῇ πηδαλίῳ χρῆσθαι οὐκ ἐπιστάμενος κυβερνᾶν, ἔστιν ὅπως οὐκ ἂν τάχιστα ἀνατρέψας τὴν ναῦν αὑτόν τε ἀπολέσειεν καὶ τοὺς ἐμπλέοντας; τί δέ; ἡ δόρατος χρῆσις ἢ ἀσπίδος συμφέρει τοῖς δειλοῖς καὶ ἀνεπιστήμοσιν,ἀλλʼ οὐκ ἂν ἀποβάλοιεν τῇ τοιαύτῃ πείρᾳ τῆς χρήσεως οὐ τὰ ὅπλα μόνον, ἀλλὰ καὶ αὑτούς; συγχωρῶ, ἔφη, ὦ Διόγενες· ἀλλὰ καταδύεις τὸν ἥλιον περὶ πάντων ἐπερωτῶν.