2
καὶ ὃς ἔφη, ὦ Διόγενες, πορεύομαι εἰς Δελφοὺς τῷ θεῷ χρησόμενος. μέλλων δὲ διὰ Βοιωτῶν ἰέναι, ὁ γὰρ παῖς με ὁ μετʼ ἐμοῦ πορευόμενος ἀπέδρα, νῦν ἐπὶ Κορίνθου ἄπειμι· ἴσως γὰρ ἂν εὕροιμι καὶ τὸν παῖδα. καὶ ὁ Διογένης εἶπεν, ὥσπερ εἰώθει, σπουδάσας, Ἔπειτα, καταγέλαστε, ἐπιχειρεῖς θεῷ χρῆσθαι, οὐ δυνάμενος ἀνδραπόδῳ χρήσασθαι; ἢ οὐ δοκεῖ σοι τοῦτο ἐκείνου ἧττον χαλεπὸν καὶ ἐλάττονα ἔχειν κίνδυνον τοῖς οὐδυναμένοις χρήσασθαι ὀρθῶς; τί δὲ καὶ βουλόμενος, εἶπε, ζητεῖς τὸν παῖδα; ἢ οὐκ ἦν πονηρός; πάντων γε, ἔφη, μάλιστα·
3
μηδὲν γὰρ ὑπʼ ἐμοῦ ἀδικούμενος, πρὸς δὲ καὶ γενόμενος ἡγεῖτο πονηρόν· εἰ γὰρ ἀγαθὸν ἡγεῖτο, οὐκ ἄν ποτε ἀπέλιπεν. ἴσως, ὦ Διόγενες, κακὸς αὐτὸς ὢν. ἔπειτα ἐκεῖνος μέν, ἔφη, σὲ πονηρὸνἡγούμενος ἔφυγεν, ἵνα μὴ βλάπτηται ὑπὸ σοῦ, σὺ δὲ ἐκεῖνον πονηρὸν εἶναι λέγων ζητεῖς, δῆλον ὅτι βλάπτεσθαι ὑπʼ αὐτοῦ βουλόμενος;
4
ἢ οὐχ οἱ κακοὶ ἄνθρωποι βλαβεροί εἰσι τοῖς ἔχουσι καὶ τοῖς χρωμένοις, ἐάν τε Φρύγες ὦσιν ἐάν τε Ἀθηναῖοι, ἐάν τε ἐλεύθεροι ἐάν τε δοῦλοι; καίτοι κύνα μὲν οὐδεὶς κακὸν ἡγούμενος ζητεῖ ἀποδράντα, οἱ δὲ καὶ ἐκβάλλουσιν, ἐὰν ἐπανέλθῃ· ἀνθρώπου δὲ πονηροῦ ἀπαλλαγέντες οὐκ ἀγαπῶσιν, ἀλλὰ πολλὰ πράγματα ἔχουσι καὶ τοῖς ξένοις ἐπιστέλλοντες καὶ αὐτοὶ ἀποδημοῦντες καὶ χρήματα ἀναλίσκοντες, ὅπως λάβωσιν αὐτόν.