13
πότερον ὑμῖν ἄξιος δοκῶ τῆς πίτυος, ἢ λαβόντες αὐτὴν δώσετε τῷ πλείστων κρεῶν γέμοντι; ταῦτα οὖν ἀπαγγέλλετε τοῖς πέμψασι καὶ ὅτι αὐτοὶ παρανομοῦσιν· οὐ γὰρ νικήσαντες οὐδένα ἀγῶνα περιέρχονται στεφάνους ἔχοντες· καὶ ὅτι ἐνδοξότερα πεποίηκε τὰ Ἴσθμια κατακρατήσας αὐτὸς τὸν στέφανον, καὶ ὅτι οὐ τοῖς ἀνθρώποις, ἀλλὰ ταῖς αἰξὶ δηλαδὴ περιμάχητον αὐτὸν εἶναι δεῖ.
14
μετὰ δὲ τοῦτο ἰδών τινα ἐκ τοῦ σταδίου βαδίζοντα μετὰ πολλοῦ πλήθους καὶ μηδὲ ἐπιβαίνοντα τῆς γῆς, ἀλλὰ ὑψηλὸν φερόμενον ὑπὸ τοῦ ὄχλου, τοὺς δέ τινας ἐπακολουθοῦντας καὶ βοῶντας, ἄλλους δὲ πηδῶντας ὑπὸ χαρᾶς καὶ τὰς χεῖρας αἴροντας πρὸς τὸν οὐρανόν, τοὺς δὲ ἐπιβάλλοντας αὐτῷ στεφάνους καὶ ταινίας, ὅτε ἐδυνήθη προσελθεῖν ἤρετο τίς ἐστιν ὁ θόρυβος ὁ περὶ αὐτὸν καὶ τί συνέβη.
15
ὁ δὲ ἔφη, Νικῶμεν, Διόγενες, βέλτιστε ἀνδρῶν, τὸ στάδιον. τοῦτο δὲ τί ἐστιν; εἶπεν· οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐδὲ μικρὸν, ὅτι ἔφθασας τοὺς συντρέχοντας, οὐδὲ σωφρονέστερος νῦν ἢ πρότερον οὐδὲ δειλὸς ἧττον, οὐδʼ ἔλαττον ἀλγεῖς οὐδʼ ἐλαττόνων δεήσῃ τὸ λοιπὸν οὐδὲ ἀλυπότερον βιώσῃ.
16
μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. ἀλλʼ οὐ τῶν λαγῶν, ἔφη ὁ Διογένης, οὐδὲ τῶν ἐλάφων· καίτοι ταῦτα τὰ θηρία πάντων ἐστὶ τάχιστα καὶ δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖσγὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοις τε εἶναι καὶ ἀνανδροτάτοις.