20
ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος ὁ πρὸς τὴν ἡδονήν, οὐκ ἄντικρυς βιαζομένην, ἀλλʼ ἐξαπατῶσαν καὶ γοητεύουσαν δεινοῖς φαρμάκοις οὐχ οἵαν Ὅμηρός φησιν, αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο
21
καὶ ξίφεσιν μεγάλοισιν οὐχ οὗτος ὁ τρόπος τῆς μάχης· οὐδὲ γὰρ ἄντικρυς βιάζεσθαι τὴν ἡδονήν, ἀλλʼ ἐξαπατᾶν καὶ γοητεύειν δεινοῖς φαρμάκοις, ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλʼ ἄττα θηρία, τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς,
22
ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲκοιμωμένους. οὐδὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται,
23
τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς. ὁ μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ πολὺ καὶ ταύτῃ πρόσεισιν, ἡδὲ ἡδονὴ κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι,