47
λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγἐ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
48
τὸ μὲν οὖν ἐμόν, ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμʼ ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ παντὸς τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτʼ ἂν σχολὴ διελθεῖν αὐτόν.
49
εἰ δʼ ἄρα μῦθον ἐθέλοις τινὰ ἀκοῦσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται νῦν τε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτὸν ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας ἢ Ἀρκαδίας ὑπὲρ Ἡρακλέους διηγουμένης.
50
ὡς γὰρ ἔτυχον ἐν τῇ φυγῇ ποτε ἀλώμενος· καὶ πολλήν γε χάριν οἶδα τοῖς θεοῖς, ὅτι με οὐκ εἴασαν θεατὴν γενέσθαι πολλῶν καὶ ἀδίκων πραγμάτων· ἐπῄειν δʼ οὖν ὡς ἐδυνάμην πλείστην γῆν ἐν ἀγύρτου σχήματι καὶ στολῇ, τοῦτο μὲν παρʼ Ἕλληνας, τοῦτο δὲ παρὰ βαρβάρους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας. καὶ δή ποτε ἀφικόμενος εἰς Πελοπόννησον ταῖς μὲν πόλεσιν οὐ πάνυ προσῄειν,
51
περὶ δὲ τὴν χώραν διέτριβον, ἅτε πολλὴν ἱστορίαν ἔχουσαν, νομεῦσι καὶ κυνηγέταις, γενναίοις τε καὶ ἁπλοῖς ἤθεσιν, ἐπιμιγνύμενος.