48
πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα, σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν, ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι.
49
δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπόρων τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν· οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν· οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς.
50
καὶ μὴν ἐπιφθονώτατος ἁπάντων ὁ πλεῖστα μὴ δικαίως ἔχων· ὥστε οὐδεὶς τυράννου ἐπιφθονώτερός ἐστιν. πρὸς δὲ τούτοις ἀνάγκη μὲν αὐτῷ χαρίζεσθαι τοῖς περὶ αὐτόν· εἰ δὲ μή, τάχιστα ἀπολεῖται. χαρίζεσθαι δὲ πολλάκις πολλοῖς οὐ ῥᾴδιον μὴ ἄλλων ἀφαιρούμενον. ἔχει δὴ καὶ τοὺς ἀφαιρεθέντας ἐχθροὺς καὶ τοὺς εἰληφότας ὑπόπτους καὶ ζητοῦντας ὅτι τάχιστα ἀπηλλάχθαι. τὰ μὲν οὖν πόρρω διὰ τὸ πολὺ ἀφεστάναι φοβεῖται, τὰ δὲ ἐγγύς, ὅτι πλησίον ἐστὶν αὐτῷ, καὶ παρὰ μὲν τῶν μακρόθεν ὑφορᾶται πόλεμον, παρὰ δὲ τῶν ἐγγὺς δόλον.
51
καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον.