32
τοὺς μὲν γὰρ πελαργοὺς τὰ θερμὰ τοῦ θέρους ἀπολείποντας εἰς τὸν εὔκρατον ἀέρα ἀφικνεῖσθαι, καὶ διαγαγόντας ἐνταῦθα ὁπόσον ἥδιστον τοῦ χρόνου, μετὰ ταῦτα ἀθρόους ἀπιέναι, τὸν χειμῶνα ὑποχωροῦντας, τὰς δὲ γεράνους ἐπιφοιτᾶν τῷ σπόρῳ, χειμῶνα μετρίως φερούσας, καὶ τῆς τροφῆς ἕνεκα.
33
τὰς δὲ ἐλάφους καὶ τοὺς λαγὼς τοῦ μὲν ψύχους εἰς τὰ πεδία καὶ τὰ κοῖλα καταβαίνειν ἐκ τῶν ὀρῶν, κἀνταῦθα ὑποστέλλειν τοῖς ἀπηνέμοις καὶ προσηνέσι, τοῦ δὲ καύματος εἰς τὴν ὕλην ἀποχωρεῖν καὶ τὰ βορειότατα τῶν χωρίων.
34
ὁρῶν δὲ τοὺς ἄλλους ἀνθρώπους ἅπαντα μὲν τὸν βίον ταραττομένους, ἅπαντα δὲ ἀλλήλοις ἐπιβουλεύοντας, ἀεὶ δὲ ἐν κακοῖς ὄντας μυρίοις, μηδέποτε δὲ ἡσυχίαν δυναμένους ἄγειν, ἀλλὰ μηδὲ ἐν ταῖς ἱερομηνίαις μηδὲ ἂν ἐκεχειρίαν ἐπαγγέλλωσι, καὶταῦτα ξύμπαντα διʼ οὐδὲν ἕτερον τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας, ἢ ὅπως ζῆν δυνήσονται, καὶ μάλιστα δὴ δεδιότας μήποτε αὐτοὺς ἐπιλίπῃ τἀναγκαῖα δὴ λεγόμενα, ἔτι δὲ φροντίζοντας καὶ ζητοῦντας ὅπως παισὶ τοῖς αὑτῶν καταλίπωσι πολλὰ χρήματα, ἐθαύμαζεν ὅτι μηδὲν αὐτὸς πράττοι τοιοῦτον, ἀλλὰ μόνος δὴ τῶνἁπάντων ἐλεύθερός ἐστι καὶ οὐδεὶς ἄλλος συνίησι τῆς αὑτοῦ μάλιστα εὐδαιμονίας.
35
ὥστε οὐκέθʼ αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν· πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενονδὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον, καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδων τε καὶ ἀδελφῶν.