28
ἐπεδείκνυε δὲ τῶν ἀνθρώπων αὐτῶν τούς τε ὀφθαλμοὺς καὶ τὸ πρόσωπον οὐδὲν δεόμενα σκέπης. καθόλου δὲ ἐν μηδενὶ τόπῳ γίγνεσθαι ζῷον, ὃ μὴ δύναται ζῆν ἐν αὐτῷ· ἢ πῶς ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι, μήτε πυρὸς ὄντος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς ἢ τῆς αὐτομάτου; ἀλλὰ τὴν πανουργίαν τοῖς ὕστερον καὶ τὸ πολλὰ εὑρίσκειν καὶ μηχανᾶσθαι πρὸς τὸν βίον οὐ πάνυ τι συνενεγκεῖν.
29
οὐ γὰρ πρὸς ἀνδρείαν οὐδὲ δικαιοσύνην χρῆσθαι τῇ σοφίᾳ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς ἡδονήν· διώκοντας οὖν τὸ ἡδὺ ἐξ ἅπαντος ἀεὶ ζῆν ἀηδέστερον καὶ ἐπιπονώτερον, καὶ δοκοῦντας προμηθεῖσθαι σφῶν αὐτῶν κάκιστα ἀπόλλυσθαι διὰ τὴν πολλὴν ἐπιμέλειάν τε καὶ προμήθειαν.
30
καὶ οὕτως δὴ τὸν Προμηθέα δικαίως λέγεσθαι δεδεμένον ἐν πέτρᾳ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ ἀετοῦ. ὁπόσα μὲν· οὖν πολυδάπανα καὶ δεόμενα πραγματείας καὶ ταλαιπωρίας, ταῦτα μὲν ἀφῄρει καὶ βλαβερὰ τοῖς χρωμένοις ἀπέφαινεν· ὅσα δὲ ῥᾳδίως καὶ ἀπραγμόνως ἔστιν ἐπικουρεῖν τῷ σώματι καὶ πρὸς χειμῶνα καὶ πρὸς λιμὸν καὶ πρὸς τὸ παῦσαί τινα ὄρεξιν τοῦ σώματος, οὐ παρέπεμπεν οὐδὲν αὐτῶν, ἀλλὰ καὶ τόπους ᾑρεῖτο τοὺς ὑγιεινοὺς μᾶλλον ἢ τοὺς νοσώδεις καὶ τοὺς εὐφόρους ἑκάστῃ ὥρᾳ,
31
καὶ τροφῆς ὅπως εὐπορήσει τῆς ἱκανῆς ἐπεμελεῖτο καὶ ἐσθῆτος τῆς μετρίας, πραγμάτων δὲ καὶ δικῶν καὶ φιλονικιῶν καὶ πολέμων καὶ στάσεων ἐκτὸς ἦν. καὶ μάλιστα ἐμιμεῖτο τῶν θεῶν τὸν βίον· ἐκείνους γὰρ μόνους φησὶν Ὅμηρος ῥᾳδίως ζῆν, ὡς τῶν ἀνθρώπων ἐπιπόνως καὶ χαλεπῶς βιούντων. τὰ δὲ τοιαῦτα ἔφη καὶ τὰ θηρία διορᾶν.